Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 81 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
81.1
Ὁ δὲ ἀποστάτης Μιχαὴλ ἐπείπερ ἑώρα ἤδη οὐκ εἰς καλὸν ἀποβῆναι μέλλειν τούτῳ τὰ πράγματα, ἀντιστῆ ναι ταῖς βασιλικαῖς δυνάμεσιν ἐβεβούλευτο, καὶ πᾶσαν μηχανὴν καὶ πάντα κάλων, τὸ τῆς παροιμίας, κεκίνηκε. καὶ τοὺς μὲν οἰκείους ἁπαξαπλῶς συλλέγδην πάντας συν ήθροισε, συμμαχίαν δὲ οὐ σμικρὰν παρὰ τοῦ ῥηγὸς Σικε λίας τοῦ γαμβροῦ αὐτοῦ προσελάβετο· ἀπηρίθμηντο γὰρ οὗτοι εἰς τετρακοσίους ἱππότας, ὅπλοις ἐχυροῖς κατάφρακτοι καὶ ὑψαύχεσιν ἵπποις καὶ ἀγερώχοις ἐποχούμενοι, ἕκαστος τούτων τῶν ἐκ τοῦ σφετέρου γένους ἐκκρίτων τυγχάνοντες. ἅτερος δὲ τούτου γαμβρὸς ὁ Ἀχαΐας πρίγκιψ τὴν πᾶσαν αὐτοῦ στρατιὰν συλλεξάμενος δι' ἑαυτοῦ τὴν πρὸς τὸν αὐτοῦ πενθερὸν συμμαχίαν πεποίηται. ἦγε δὲ οὗτος ἀπει ροπληθὲς τὸ ὁπλιτικόν· ἔκ τε γὰρ τοῦ Φραγγικοῦ γένους ἐτύγχανε καὶ ἐκ τῶν οἰκητόρων Ῥωμαίων Ἀχαΐας τε καὶ Πελοποννήσου, ὧν οὗτος ἦρχεν· οἱ πλείους δὲ τοῦ τῶν Λακώνων ὑπῆρχον γένους. Συνήθροιστο γοῦν παμπληθὴς στρατιά, καὶ κατὰ τοῦ αὐταδέλφου τοῦ αὐτοκράτορος τοῦ σεβαστοκράτορος Ἰωάννου τὴν ὁρμὴν ἐποιοῦντο. ὁ δὲ– καὶ γὰρ εἶχε τὰς συμβουλὰς ἀγαθὰς ἐκ τοῦ αὐταδέλφου καὶ βασιλέως– στρατηγικῶς τοὺς ἀντιπάλους μετήρχετο. ἐκεῖνος μὲν γὰρ μετὰ τῶν κατα φράκτων καὶ θώραξι κεχρημένων δυνάμεων τὰ ἐχυρώτερα τῶν τόπων ἐκράτει, τοῖς δὲ ἐλαφροτέροις τῶν ὁπλιτῶν καὶ οἷς τὸ κινεῖσθαι ῥᾷον ὡς κουφοτέροις τὴν κατὰ τὰς πεδιά δας μάχην πεποιῆσθαι πρὸς τοὺς ἀντιπάλους προστέταχεν. ἦσαν δὲ οὗτοι οἱ μὲν ἐκ Σκυθῶν οἱ δὲ ἐκ Τούρκων, πολλοὶ δὲ καὶ ἐκ τῶν Ῥωμαϊκῶν φύλων, οἷς καὶ μᾶλλον ἡ τοξεία τὸ ἐπιτήδευμα. οὗτοι μὲν οὖν τοῖς ἐναντίοις προσβάλλοντες μακρόθεν τοῖς βέλεσιν ἔπληττον. ἤρξαντο μὲν οὖν ἐκ τόπου, οὗ Βορίλλα Λόγγος τοὔνομα, ξυμπίπτειν τοῖς ἐναντίοις. οὔτε γοῦν ἡμέρας ἀνέτως βαδίζειν αὐτοῖς παρεχώρουν οὔτε νυκτὸς ἠρεμεῖν. συνερρήγνυντο γὰρ αὐτοῖς ἡμέρας μὲν ἐν τοῖς τῶν ἵππων πότοις, εἴ πού τις μακρότερον ἀπῄει τὸν ἵππον ποτίσαι, ξυνέπιπτον δὲ τούτοις καὶ καθ' ὁδόν, καὶ ταῖς ἁμάξαις καὶ τοῖς φορταγωγοῖς ὑποζυγίοις προσπελάζοντες ἐκ τῶν παρ' αὐτοῖς φορτίων ἐσκύλευον ὑποχωρούντων τῶν φυλαττόντων. τοῦτο δὲ πολλάκις πεποιηκότες εἰς θάρσος κατὰ τῶν ἐναντίων οὐ μέτριον ἐληλάκασιν, ὥστε καὶ χερσὶ χεῖρας ἐμβάλλειν κἀξ αὐτῶν σκυλεύειν τὰ προστυχόντα. τὸ μὲν οὖν τοῦ ἀντάρτου Μιχαὴλ κἀκ τούτου συνέσταλται στράτευμα καὶ εἰς πτοίαν οὐ μικρὰν κατηντήκει· σχεδὸν γὰρ πᾶσαν σωτηρίαν ἀπηγορεύκει. Βίᾳ γοῦν καὶ μόγις Στανὸν καὶ Σωσκὸν καὶ Μολυσκὸν παραμείψαντες– σκοπὸς γὰρ ἦν αὐτοῖς εἰς τὸ τοῦ Πριλάπου ἄστυ γενέσθαι, ὅπως αὐτὸ διασώσειαν– ἐκεῖσε γεγονότες εἰς οἰκείαν ἕκαστος διασκεδασθέντες βουλὴν τὸν περὶ ψυχῆς τρέχειν, ὅπως ἂν εἶχεν ἰσχύος, βεβούλευται. καὶ ὁ μὲν ἀποστάτης Μιχαὴλ μετὰ τοῦ υἱοῦ αὐτοῦ Νικηφόρου καί τινων ἄλλων μετρίων ἀν δρῶν, οἷς καὶ εἴωθεν ἐμπιστεύειν τὰς αὐτοῦ πράξεις, νυκτὸς τοῖς ἵπποις ἐποχηθέντες ἀπέδρασαν, καλῶς τὰ τῶν ὁδῶν ἐπιστάμενοι. ἕωθεν δὲ ἡμέρας ἤδη γεγενημένης, ὡς οἱ τῶν στρατευμάτων ἐγνώκασι τὸν Μιχαὴλ ἀποδράντα, ἤδη καὶ αὐτοὶ πρὸς φυγὴν ἐτράποντο. τὸ μὲν οὖν Ῥωμαϊκὸν στράτευμα καὶ οἱ κρείττους τῶν ἐπικρατούντων αὐτὸ καὶ ὁ νόθος τοῦ ἀποστάτου υἱὸς Ἰωάννης τῷ σεβαστοκράτορι Ἰωάννῃ προσῆλθον καὶ χεῖρας αὐτῷ δεδώκασι καὶ τῷ βασι λεῖ τοὺς ὅρκους ἀπέδοντο, ὁ δὲ πρίγκιψ Ἀχαΐας καὶ οἱ μετ' αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. καὶ ὁ μὲν πρίγκιψ κατὰ τὴν Καστορίαν ἑάλω, ὑπὸ ἀχυρμιᾷ τινι κρυβεὶς κἀκ τῶν ὀδόντων τῶν τινι στρατιωτῶν γνωρισθείς– εἶχε γὰρ τοὺς ἐμπροσθίους εὐμεγέθεις καὶ προβεβλημένους τῶν φατνωμάτων– καὶ δέσμιος ἀπήχθη τῷ βασιλεῖ· οἱ δὲ κρείττους τῶν ταγμάτων αὐτοῦ καὶ προσγενεῖς, ὅ τε Ἀσὲλ δε Τουσί, ὁ τῆς Καριτάνας Ἰοφρὲ καὶ ἄλλοι τῶν ὀνομαστῶν πλείους, οἱ μὲν κατὰ τὸν Πλαταμῶνα οἱ δὲ κατὰ ἄλλο μέρος ἑάλωσαν καὶ δεσμῶται τῷ βασιλεῖ συναπήχθησαν. καὶ τὸ συμμαχικὸν δὲ στράτευμα τὸ ἐκ τοῦ ῥηγὸς Σικελίας τοῦ Μαφρὲ τῷ ἀποστάτῃ ἀποσταλέν, ὡς εἰς τετρακοσίους, ὡς εἰρήκαμεν, ἠριθμημένον, αὐτοῖς ὅπλοις, αὐτοῖς ἵπποις ὑπὸ τεττάρων ἀνδρῶν κατεσχέθησαν, ἀφ' ὧν ὁ μὲν εἷς ἦν ὁ μέγας δομέστικος ὁ Στρατηγόπουλος Ἀλέξιος, ἅτερος δὲ ὁ Ῥιμψᾶς Νικηφόρος, ἐκ Τούρκων ἕλκων τὸ γένος, ὀρθό τατος δὲ γεγενημένος Χριστιανός· οἱ δὲ δύο τῶν ἀνωνύμων ὑπῆρχον. καὶ τούτους γοῦν δεσμώτας πρὸς τὸν βασιλέα ἐξέπεμψαν. τοιαύτην γοῦν νίκην οἱ τῶν ἡμετέρων ταῖς βασιλικαῖς συμβουλαῖς κατωρθώσαντο ὥστε τὴν αὐτῆς φήμην εἰς πάντα τῆς γῆς περιιέναι τὰ πέρατα· ὀλίγας γὰρ τοιαύ τας νίκας εἶδεν ὁ ἥλιος. τηνικαῦτα γοῦν πάντα τε ἄστη καὶ πᾶσαν χώραν ὑφ' ἑαυτοὺς πεποίηνται οἱ ἡμέτεροι.

Intertext edge

Open linked passage

Note