Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 82 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1
Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης τὴν Θετταλίαν παραμείψας καὶ τὰ ἐν αὐτῇ ἄστη τε καὶ φρούρια ὀχυρωσάμενος, περὶ τὴν Νέαν Πάτραν ἐστρατοπεδεύσατο, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν νόθον υἱὸν τοῦ ἀποστάτου Μιχαὴλ Ἰωάννην. ὁ δὲ μέγας δομέστικος ὁ Στρατηγόπουλος Ἀλέξιος καὶ ὁ Ῥαοὺλ Ἰωάννης τὰ Πυρρηναῖα ὑπερβάντες ὄρη περὶ τὴν Ἄρταν ἐχώρουν, καταλιπόντες ἐν τοῖς Ἰωαννίνοις στράτευμα μερικὸν εἰς πολιορκίαν τοῦ ἄστεος. κατέλαβον οὖν οὗτοι τὴν Ἄρταν. Κἀκεῖσε γοῦν καὶ αὐτὸς τούτοις ξυντετυχήκειν· οἷς καὶ πρὸς ὀλίγας ἡμέρας ξυνομιλήσας κᾆτα δὴ συνταξάμενος τῆς Ἄρτης ἐξῄειν, καταλιπὼν τὸν ἐκεῖσε λαὸν οὐκέτι εὐνοϊκῶς πρὸς τοὺς ἡμετέρους διακείμενον· οὐ γὰρ καλῶς οἱ τῶν στρατευμάτων τούτοις ἐχρήσαντο. διὰ ταῦτα καὶ ἡ περιφανεστάτη ἐκείνη νίκη ἡ τοῖς Ῥωμαίοις ἐπιλάμψασα ἐν οὐ πολλῷ τῷ χρόνῳ πρὸς τοὐναντίον κεχώρηκεν. ἀπῄειν οὖν ἐξ ὀρθοῦ πρὸς τὸν σεβαστοκράτορα Ἰωάννην τὸν τοῦ βασιλέως αὐτάδελφον περὶ τὴν Νέαν Πάτραν διάγοντα, καί τινας ἡμέρας μετ' αὐ τοῦ διακαρτερήσας τῆς πρὸς τὸν βασιλέα φερούσης ἡψάμην. Ὁ μὲν οὖν νόθος υἱὸς τοῦ ἀποστάτου Μιχαὴλ Ἰωάννης τῷ σεβαστοκράτορι ξυνὼν ἀποστασίαν μετὰ καὶ ἄλλων τινῶν ἐμελέτα. καὶ ἐπεὶ ὁ σεβαστοκράτωρ Ἰωάννης κατὰ τῶν Λατίνων κεχώρηκε καὶ τὴν Λεβαδίαν παραμείψας τὰς Θήβας ἐσκύλευσε, τὴν ἣν ὤδινεν οὗτος ἀπιστίαν εἰς προὖπτον προύφηνε καὶ μετὰ καὶ ἄλλων τινῶν ἀποδρὰς περὶ τὸν ἀποστάτην Μιχαὴλ τὸν πατέρα τούτου ἀπῄει. ἐκεῖ νος μὲν οὖν τῷ ἀθρόῳ τοῦ πράγματος ταραχθεὶς οὐκ εἶχεν ὅπῃ γῆς σταίη, ἀλλ' ἐν πλοιαρίοις ἐμβάντες αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος καὶ ἡ σύζυγος τούτου καί τινες τῶν αὐτοῦ τὰς διατριβὰς ἐν τῇ θαλάσσῃ ἐποίουν τάς τε νήσους τὰς πέριξ καταγώγιον εἶχον, Λευκάδα δη λαδὴ καὶ τὰς τῶν Κεφαλήνων. ἀλλ' ἐπεὶ ὁ τούτου νόθος υἱὸς Ἰωάννης πρὸς αὐτὸν ἀπῄει καθὰ δεδήλωται, ἀνερ ρώσθη τῆς ῥᾳθυμίας, καὶ τὸν ὄκνον ἀποσεισάμενος περὶ τὴν Ἄρταν ἐβάδιζε. κἀκεῖσε δὴ ἀφιγμένος, ἐπεὶ τοὺς πάν τας οἰκήτορας προσκειμένους εὗρεν αὐτῷ, εἶχε δὲ καὶ τὸ τῆς Βουδίτζης ἄστυ παρὰ τοῦ μέρους τούτου κρατούμενον, συναγαγὼν τοὺς ἐκεῖσε εὑρισκομένους τοὺς ἡμετέρους τῶν ὁρίων τῆς Ἄρτης ἐξήλασεν. ἀλλὰ καὶ τοὺς πολιορκοῦντας τὰ Ἰωάννινα μακρὰν τῶν Ἰωαννίνων πεποίηκεν. οὕτω μὲν οὖν ἀρχὴν κακῶν τὰ τῶν Ῥωμαίων εἴληφε πράγματα, καὶ τὰ καλῶς ταῖς βασιλικαῖς συμβουλίαις γεγενημένα ταῖς τῶν στρατηγούντων ἀνηκοΐαις καὶ ἀταξίαις εἰς τὸ μηδὲν σχεδὸν ἢ καὶ πάνυ μικρὸν κατηντήκασιν. Ὁ μὲν οὖν αὐτάδελφος τοῦ βασιλέως ὁ σεβαστοκράτωρ Ἰωάννης καὶ ὁ πενθερὸς αὐτοῦ ὁ Τορνίκης Κωνσταντῖνος τῆς μάχης ἐξιόντες εἰς τὸν αὐτοκράτορα ἐπανέζευξαν περὶ τὴν Λάμψακον ὄντα καὶ τὰς διατριβὰς ἐκεῖσε ποιούμενον. τὸν μὲν οὖν σεβαστοκράτορα Ἰωάννην ὁ βασιλεὺς τῷ τῶν δεσποτῶν τετίμηκεν ἀξιώματι, ἀντίχαριν οἷον τῆς νίκης τούτῳ διδούς, καὶ ἵνα τοῖς μαχομένοις τούτῳ προσώποις ἀντισταθμίζοιτο, δεσπότης πρὸς δεσπότας μαχόμενος· τὸν δὲ πενθερὸν αὐτοῦ τὸν Τορνίκην Κωνσταντῖνον μέγαν πριμ μικήριον ὄντα τῷ τῶν σεβαστοκρατόρων τετίμηκεν ἀξιώματι. ἀλλὰ καὶ τὸν αὐτάδελφον αὐτοῦ Κωνσταντῖνον ἐκ καισάρων σεβαστοκράτορα κατωνόμακεν. ἐν τούτοις δὲ τὰ τῶν σεβαστοκρατόρων διέφερον, ἐν οἷς ὁ μὲν αὐτάδελφος τοῦ βασιλέως τοῖς κυανοῖς πεδίλοις ἐγκεκολλαμένους εἶχε καὶ χρυσουφεῖς ἀετούς, ὁ δὲ Τορνίκης γυμνὰ τούτων τὰ πέδιλα ὑπεδέδετο. ἀλλὰ καὶ τὸν Στρατηγόπουλον Ἀλέξιον μέγαν δομέστικον ὁ αὐτοκράτωρ τετιμηκὼς δι' ἀποστολῆς τετίμηκε καίσαρα, διαπόμπιμον αὐτῷ τὴν τιμὴν χαρισάμενος. καὶ ταῦτα μὲν οὕτω ξυνέβη.

Intertext edge

Open linked passage

Note