Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
Ὁ δὲ βασιλεὺς παραχειμάσας ἐν τῇ Λαμψάκῳ, ἔαρος ἐπιλάμψαντος κατὰ τῆς Κωνσταντίνου κεχώρηκεν· ἅπασα γὰρ ἦν αὐτῷ σπουδὴ καὶ ἅπας σκοπὸς τῆς τῶν Λατίνων χειρὸς αὐτὴν ἀναρρύσασθαι. ἐπῆλθε γοῦν κατὰ τῆς Κωνσταντινουπόλεως, οὐ τεθαρρηκὼς τοῖς στρατεύμασιν– οὐδὲ γὰρ ἦγεν ἀξιόμαχον στρατιὰν εἰς τοιαύτης πόλεως πολιόρκησιν– ἀλλὰ λόγοις τοῖς τοῦ ἐξαδέλφου αὐτοῦ, οὗ τὸ ὄνομα Ἀσέλ, ἐξηπατημένος· ἠπάτα καὶ γὰρ τὸν βασιλέα, ὡς αὐτὸς ἐν τῷ τείχει τῆς πόλεως τὴν οἰκίαν ἔχει καὶ πύ λας ἔχει παρ' αὐτοῦ δεσποζομένας, δι' ὧν δύναιτ' ἂν τὰ τοῦ βασιλέως στρατεύματα ἔνδον τῆς πόλεως ἀψοφητὶ καὶ δίχα μάχης εἰσαγαγεῖν. καὶ ἐπιστεύετο λέγων ταῦτα· τό τε γὰρ συγγενὲς φαντασίαν ἐδίδου τοῦ ἀληθεύειν τὸν ἄνθρω πον, καὶ τὸ πλειόνων τε τιμῶν καὶ δωρημάτων ὑποσχέσεις ἐνωμότους λαβόντα*** Φράγγων ἐν τῇ τοῦ πρίγκιπος Ἀχαΐας μάχῃ καὶ προσδοκήσας δεινὰ μάλιστα ηὐμοιρήκει πολλῶν ἀγαθῶν· ὅτε καὶ τὰς τοιαύτας ὑποσχέσεις τῷ βασιλεῖ δέδωκε καὶ τὰς πρὸς αὐτὸν ἀντεδέξατο. τούτοις μὲν οὖν, ὡς ἔφημεν, ἐλπίσας ὁ βασιλεὺς κατὰ τῆς Κωνσταντίνου ἐπῄει, καὶ ἀντιπέραν τοῦ βορείου κέρως τῆς πόλεως ἐν τόπῳ τοῦ Γαλατᾶ κατονομαζομένῳ ἐστρατοπεδεύσατο, καὶ τὸ μὲν δοκεῖν τὸ τοῦ Γαλατᾶ ἐμάχετο φρούριον, τῇ δ' ἀληθείᾳ κρύφα πρὸς τὸν Ἀσὲλ ἔπεμπεν, ὅπως τὰς ὑποσχέσεις πλη ρώσειεν. ὁ δὲ πρὸς κέρδος ἑώρα, οὐ πρὸς ἀλήθειαν· ψευ δεῖς γοῦν ἐποιεῖτο τὰς ἀποκρίσεις, ἄλλα ἐπ' ἄλλοις προφα σιζόμενος. ἐπεὶ γοῦν ἱκανὸς παρερρύη χρόνος καὶ οὐδὲν ἤνυεν, ἀλλὰ καὶ τῆς στρατιᾶς ὁπλισθείσης καὶ νυκτὸς ἀπιούσης καὶ τῇ οἰκίᾳ τούτου προσεγγισάσης– τοῦτο γὰρ ἐκεῖνος γενέσθαι διεμηνύσατο– τότε ψεύδεσθαι πεφώρα ται φανερῶς. καὶ ἐπεὶ οὐκ εἶχέ τινα εὔλογον ἀπολογίαν ποιήσασθαι, τὴν αἰτίαν εἰς τὸν ἄρχοντα τῆς πόλεως ἔθετο· «ὑπετόπασε» γὰρ εἴρηκεν «οὗτος ὡς οὐ καλόν ἐστι τὰς κλεῖς με τῶν τῆς πόλεως κατέχειν πυλῶν, καὶ διὰ ταῦτα εἴληφε ταύτας αὐτός, καὶ διὰ τοῦτο ἔγωγε περὶ τὸ ἔργον ἀδυνατῶ.» ἐπεὶ γοῦν καθαρῶς τὴν τοῦ ἀνθρώπου ἀπάτην ἐπεγνώκει ὁ βασιλεύς, ἐξῄει τοῦ τόπου. καθ' ὁδὸν δὲ τρεῖς πρέσβεις οἱ Λατῖνοι πρὸς τὸν βασιλέα πεπόμφασιν εἰρήνην ζητοῦντες. ὁ δὲ βασιλεὺς πεποίηκε ταύτην, εἰς ἐνιαυτὸν δὲ καὶ μόνον ἕνα, ἐν στενῷ κομιδῇ ἐπισφίγξας τούτοις τὰ πράγματα.