Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 84 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
84.1
Διαπεράσας γοῦν ὁ βασιλεὺς τὸν Ἑλλήσποντον, τὰ τῶν Πηγῶν κατέλαβε μέρη κἀκεῖσε τὰς διατριβὰς ἐποι εῖτο. ἐπεὶ δὲ ὁ τοῦ θέρους παρῄει καιρός, ἀλλά γε δὴ καὶ ὁ τῆς ὀπώρας ἐρρύη, τῶν τοιούτων ἀπάρας χώρων πρὸς τὴν ἐξ ἔθους τοῖς βασιλεῦσιν οὖσαν ἀνάπαυσιν, ἐξ ὅτου τῆς Κωνσταντίνου γεγόνασιν ὑπερόριοι, κατηντήκει τὸ Νύμφαιον, ἐμὲ δὲ πρὸς τὸν ἄρχοντα τῶν Βουλγάρων τὸν Κωνσταντῖνον πρέσβιν ἐκπέπομφεν. ἀπῄειν γοῦν πρὸς αὐτόν, καὶ διεβίβασα μετ' αὐτοῦ ἡμέρας τινάς· ἔτυχον γὰρ τότε καὶ αἱ ἑορτάσιμοι τοῦ Χριστοῦ ἡμέραι, ἥ τε τῶν γε νεθλίων καὶ ἡ τοῦ βαπτίσματος. ἐν τῇ τοιαύτῃ καὶ γὰρ ἡμέρᾳ τοῦ βαπτίσματος οἱ τῶν Βουλγάρων ἄρχοντες λαμ πρύνονται μάλιστα, καὶ ἐβούλετο ὁ τῶν Βουλγάρων ἄρχων τῷ τότε Κωνσταντῖνος σφίσιν αὐτοῖς συνεῖναι κἀμὲ καὶ θεατὴν γενέσθαι τῶν τελουμένων. τὰ προστεταγμένα μοι γοῦν πληρώσας τοῦ Τρινόβου ἐξῄειν, καὶ πρὸς τὸν βασιλέα ἀπῄειν ἐν τῷ Νυμφαίῳ διάγοντα. ἐκεῖσε γοῦν ὁ βασιλεὺς παρεχείμασε, καὶ ἐπιλάμψαντος ἔαρος τοῦ Νυμφαίου ἐξῄει, τὴν λαμπρὰν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν προεορ τάσας ἐν τῷ Νυμφαίῳ. ἡμέρας δέ τινας ἐν τοῖς Φλεβίοις διαβιβάσας, περὶ τόπον οὕτω πως ἐπονομαζόμενον Κλυζο μενὴν ἀπελθὼν ἐπήξατο τὰς σκηνάς. ἐκεῖσε καὶ γὰρ εἰ ώθασιν οἱ βασιλεῖς τοῦ Νυμφαίου ἐξιόντες χρονοτριβεῖν καὶ τὸ πλέον τοῦ ἐαρινοῦ παραμείβειν καιροῦ. ὅ τε γὰρ τόπος ἅπας πεδιὰς καὶ χόρτον προβεβλημένη πολλοῖς ἀρ κοῦντα τοῖς ἵπποις, κατάρρυτος δὲ τυγχάνει καὶ ὕδασιν, ἐγγὺς δὲ αὐτοῦ καὶ κώμας ἔχει πολλὰς καὶ πόλεις, ἐξ ὧν δαψιλῆ καθειστήκει τὰ ζωαρκῆ. Ἐκεῖσε γοῦν ὄντος τοῦ βασιλέως καὶ ὁ σεβαστοκράτωρ Τορνίκης ἐκ τῆς Νικαέων ἐπιδεδήμηκε, καὶ δι' ὄχλου τῷ βασιλεῖ γέγονε διὰ τὸν προπατριαρχεύσαντα Ἀρσένιον. ὁ γὰρ πατριαρχικὸς ἐχήρευε θρόνος, τοῦ πατριαρχεύσαντος Νικηφό ρου, ὃς ἀπὸ τῆς Ἐφέσου εἰς τὸν πατριαρχικὸν μετετέθη θρό νον, ἀπάραντος τῶν ἐνθένδε καὶ πρὸς τὰς αἰωνίους μεταστάν τος σκηνάς, μηδὲ εἰς ὅλον σχεδὸν ἐνιαυτὸν τὸν πατριαρχικὸν κοσμήσαντος θρόνον. ὁ δὲ Ἀρσένιος οὗτος ἦν προβεβλημέ νος εἰς τὸν πατριαρχικὸν θρόνον πρὸς τοῦ βασιλέως Θεοδώ ρου, ἀνὴρ* καὶ εἰς λόγον καὶ εἰς πρᾶξιν παναφυέστατος. οὔτε γὰρ λόγον εἶχε τὸν κοσμοῦντα τοῦτον, εἴτ' ἐκ παιδείας γεγενημένον, εἴτ' ἐκ φύσεώς πως προβαλλόμενον, ἀλλὰ καὶ τὸ ἦθος ὑπῆρχε δεινὸς καὶ σκληρὸς τὸν τρόπον, καὶ ταχὺς μὲν εἰς ἔχθραν, εἰς δὲ φιλίαν βραδύς, καὶ τὴν μνησικα κίαν φέρων ὥσπερ τινὰ σκιὰν συνεφεπομένην τῷ σώματι. οὗτος κατ' ἀρχὰς μὲν τῆς αὐτοκρατορίας τοῦ βασιλέως εἰς τὰ πεπραγμένα τοῖς πᾶσι συνῄνει, καὶ ἦν προσφιλῶς τῷ βασιλεῖ διακείμενος. ἐπεὶ δὲ καὶ τὴν αὐτοκρατορικὴν ἀπε πλήρου στεφηφορίαν, εὐθὺς μεταπεπτώκει πρὸς τοὐναντίον καὶ δύσνους ἐγεγόνει τῷ βασιλεῖ, ἔχων ἐν ταὐτῷ συνίστορας τὸν Σάρδεων Ἀνδρόνικον καὶ* τὸν Θεσσαλονίκης Μανουὴλ τὸν καὶ Ὀψαρᾶν λεγόμενον. ἀλλ' ὁ μὲν Σάρδεων, ὅτε ὁ βασιλεὺς κατὰ τῆς Κωνσταντίνου ἐστρατοπεδεύσατο καὶ ἐγγὺς ταύτης τὰς ἐπαύλεις ἐποιεῖτο, τότε τὰ τῶν μοναχῶν ἐνε δέδυτο ἄμφια ὑπὸ τοῦ Φιλαδελφείας Ἰωαννικίου. ὡς γὰρ συχνῶς διηνώχλει τὸν βασιλέα ἐπιδημῆσαι τῇ Παφλαγόνων– ἐκεῖθεν καὶ γὰρ ὥρμητο– τὸ στρεβλόνουν τοῦ ἀνδρὸς ὁ βασιλεὺς ἀκριβῶς εἰδὼς οὐκ εἴα τοῦτον περὶ τὰ ἐκεῖσε μέρη ἀφῖχθαι· σκοπὸς γὰρ ἦν αὐτῷ τὰ τῶν Παφλαγόνων πάντα διαταράξαι τῇ πρὸς τὸν βασιλέα δυσνοίᾳ. ὁ βασι λεὺς δὲ δικαιότατον πρὸς τοῦτον ἐποίει τὸν λόγον ὡς «μητρο πολίτης κεχειροτόνησαι Σάρδεων, οὐκέτι γε μὴν Παφλαγο νίας, καὶ δεῖ σε τοῖς τῶν Σάρδεων ἐμφιλοχωρεῖν μέρεσι κἀκεῖσε καὶ διατρίβειν καί σου ποιμαίνειν τὸ ποίμνιον.» ἐπεὶ οὖν ἐπεγνώκει ἀμετάπτωτον εἶναι τὸ βασιλικὸν βούλημα, μὴ ἔχων ὅ, τι καὶ δράσειε, τὸν μονήρη βίον προείλετο. ὁ δὲ Θεσσαλονίκης Μανουὴλ ἄκων ἐξιὼν τῆς Νικαίας περί που τὰ ἐγγὺς ἐκείνης διέτριβεν. ὁ δὲ πατριαρχεύσας Ἀρσέ νιος καὶ αὐτὸς ἐξιὼν ἐκεῖθεν ἐν σμικροτάτῳ τινὶ σεμνείῳ ἑαυτὸν ἐγκαθείρξας διῆγεν, ἔμπρακτον κἂν οὐκ ἔγγραφον τὴν παραίτησιν ποιησάμενος. ἐντεῦθεν συνελθόντες πάντες οἱ ἀρχιερεῖς περὶ τὴν Λάμψακον, ψήφῳ πάντων καὶ προσ ταγῆ βασιλέως ὁ τῆς Ἐφέσου πρόεδρος Νικηφόρος εἰς τὸν πατριαρχικὸν ἀνήχθη θρόνον, ἀνὴρ καὶ λόγον καὶ τρόπον σεμνότατός τε ἅμα καὶ κοσμιώτατος καὶ πᾶσι τοῖς ἰδοῦσιν αὐτὸν προσφιλέστατος. ἀλλ' οὗτος, καθὰ προειρήκειν, μήπω ἀπενιαυτήσας πρὸς θεὸν ἀπῆρε. τότε γοῦν ὁ σεβαστοκράτωρ Τορνίκης οὐκ οἶδ' ὅπως τῆ φιλίᾳ τοῦ Ἀρσενίου προσ κείμενος ἠνάγκαζε τὸν* βασιλέα τὸν Ἀρσένιον εἰς τὸν πατρι αρχικὸν καὶ αὖθις θρόνον ἀναγαγεῖν, θαύματά τινα καὶ τεράστια παρὰ τοῦ Ἀρσενίου ἐνεργούμενα διηγούμενος, καί τοι γε τῶν ἄλλων τῶν ἐν ξυμβουλῇ μὴ θελόντων τοῦτο γενέσθαι. ἀλλὰ τὸ τοῦ βασιλέως καλοκαγαθὸν καὶ πρὸς τὸ εὖ ποιήσασθαι ἕτοιμον τῇ συμβουλῇ τοῦ σεβαστοκράτο ρος μᾶλλον ξυντεθῆναι πεποίηκε. καὶ ἀνήχθη καὶ αὖθις πρὸς τὸν πατριαρχικὸν θρόνον Ἀρσένιος, ἔγγραφον ποιησά μενος τὰ ὀρθὰ φρονεῖν καὶ πράττειν ὑπὲρ τοῦ βασιλέως.

Intertext edge

Open linked passage

Note