Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 85 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
85.1
Ὁ δὲ βασιλεὺς τὸν Στρατηγόπουλον Ἀλέξιον τὸν καίσαρα μετὰ στρατευμάτων τινῶν οἰκονομήσας ἐπὶ τοῖς δυτικοῖς ἐκπέπομφε μέρεσι, τοῖς ἐκεῖσε οὖσι τῶν Ῥωμαίων ὑπεναντίοις ξυνελθεῖν εἰς μάχην, παραγγείλας ὡς ἐν τῷ διέρχεσθαι, ἐπεὶ τὰ τῆς ὁδοῦ τῆς ἐκεῖσε φερούσης πλησίον ὑπάρχει τῆς Κωνσταντίνου, ἔφοδόν τινα κατ' αὐτῆς ποιή σασθαι καὶ μέχρι τῶν πυλῶν αὐτῆς ἐπιδραμεῖν τὰ στρα τεύματα, ὡς ἂν πτοία παρ' αὐτῶν τοῖς οὖσιν ἐντὸς Λατίνοις ἐγγένηται. ἐγένετο δὲ τῷ τότε καί τι ξυμβῆναι προνοίᾳ θεοῦ. ἐπεὶ γὰρ ναῦς μεγίστη κοίλη Λατινικὴ ἐκ Βενετίας εἰς τὴν Κωνσταντίνου ἀφίκετο, καὶ νέος ἐν ταύτῃ ἐξουσιαστὴς παρεγένετο, ὃν καὶ ποτεστάτον ἐπονομάζουσιν, ἀνήρ, ὡς ἐφάνη, δραστήριος καὶ θρασύτερος εἰς τὰ μάχιμα, τοὺς ἐν τῇ Κωνσταντινουπόλει πάντας Λατίνους παροτρύνας εἰς μάχην καὶ ξυμβουλεύσας ὡς «δεῖ καὶ ἡμᾶς μὴ μόνον ἐντὸς ὄντας τῆς πόλεως τὴν πόλιν καὶ ἑαυτοὺς φυλάττειν, ἀλλὰ καὶ κατὰ Ῥωμαίων τι δρᾶν, ὡς ἂν μὴ πάντῃ κατα φρονητικῶς ἐν τοῖς καθ' ἡμῶν διατίθωνται.» ἔπεισεν οὖν αὐτοὺς εἰσιόντας ἐν ὅσαις εἶχον τριήρεσι καί τισιν ἑτέροις πλοίοις, λεμβαδίοις οἷον καὶ δρόμωσι, κατὰ τῆς νήσου Δαφνουσίας χωρῆσαι, εἴ πως δυνηθεῖεν αὐτὴν παραστή σασθαι καὶ σκύλων εὐμοιρῆσαι τῶν ἐξ αὐτῆς. κεκένωται οὖν ἡ πόλις ἀνδρῶν, καὶ ἦν γυναιξὶ καὶ νηπίοις καὶ τῷ βασιλικῷ τάχα ταύτης κατάρχοντι Βαλδουίνῳ μετά τινων μετρίων ἀνδρῶν διεξαγομένη καὶ τηρουμένη. Αἴφνης οὖν ὁ Στρατηγόπουλος Ἀλέξιος ὁ καῖσαρ νυκτὸς ἐπιὼν τῇ Κωνσταντίνου προσήγγισεν. ἐπεὶ δὲ μεθ' ἑαυτοῦ εἶχε καὶ ἄνδρας τινὰς ἐξωρμημένους τῆς πόλεως καὶ ἀκριβῶς εἰδότας τὰ κατ' αὐτήν, καὶ πυνθανόμενος αὐτῶν ἐμεμαθήκει ὀπήν τινα εἶναι περὶ τὸ τεῖχος τῆς πόλεως, δι' ἧς ἀνὴρ ὁπλίτης δύναιτ' ἂν ἐντὸς εἰσελθεῖν, μηδ' ὅλως μελλήσας τοῦ ἔργου εἴχετο. καὶ εἰσῆλθε διὰ ταύτης ἀνήρ, καὶ ἐπηκολού θησεν αὐτῷ ἕτερος, εἶτα ἐκείνῳ ἄλλος, καὶ οὕτω μέχρι τῶν πεντεκαίδεκα, τάχα δὲ καὶ πλείους ἄνδρες ἐντὸς εἰσῆλθον τῆς πόλεως. ἐπεὶ δὲ περὶ τὸ τεῖχος ἕνα εὗρον τῶν ἐμπεπιστευ μένων τὴν φυλακήν, τινὲς ἐξ αὐτῶν ἀναβάντες καὶ τῶν ποδῶν λαβόντες ἔρριψαν ἔξω τῆς πόλεως. οἱ δ' ἄλλοι ἀξίνας ἐγχειρισάμενοι καὶ τοὺς μοχλοὺς τῶν πυλῶν διαρρήξαντες ἐλευθέραν πεποίηνται τὴν εἰς τὴν πόλιν εἴσοδον τῷ στρατεύματι. οὕτω μὲν οὖν ὁ Στρατηγόπουλος καῖσαρ καὶ οἱ σὺν αὐτῷ πάντες Ῥωμαῖοι καὶ Σκύθαι– ἐκ τῶν τοιούτων καὶ γὰρ τὸ ὑπ' αὐτὸν συνεκεκρότητο στράτευμα– ἐντὸς τῆς πόλεως ἐγεγόνεισαν. οἱ δ' ἐντὸς τῷ αἰφνιδίῳ κατασεισθέν τες τοῦ πράγματος, ὡς εἶχεν ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. καὶ οἱ μὲν περὶ τὰ σεμνεῖα ἐβάδιζον καὶ μοναχικὰ ἐνεδέδυντο ἄμφια, ὅπως τὸν φόνον ἐκφύγοιεν, γυναῖκες δὲ εἰς ὀπὰς τειχῶν συνεστέλλοντο καὶ εἰς στοὰς σκοτεινὰς καὶ ἀποκρύφους ἐκρύπτοντο. ὁ δὲ τῆς πόλεως κατάρχων Βαλδουῖνος περὶ τὸ μέγα παλάτιον ὥρμησεν. Οἱ δὲ περὶ τὴν Δαφνουσίαν ἀπιόντες Λατῖνοι καὶ ὁ μετ' αὐτῶν ποτεστάτος, μηδέν τι τῶν γενομένων γνωρίσαντες, ἐπεὶ μὴ κατὰ τῆς νήσου Δαφνουσίας ποιῆσαί τι ἴσχυσαν– ἀντελάβετο γὰρ κἀκείνων θεός– παλίνδρομοι πρὸς τὴν πόλιν ἐπανεζεύγνυον. μέχρι μὲν οὖν τοῦ ναοῦ τοῦ ἀρχιστρατήγου τῶν ἄνω δυνάμεων Μιχαὴλ ἐλθόντες, τοῦ περὶ τὸν ἀνάπλουν διακειμένου, οὐδέν τι ὅλως τῶν γενο μένων ἐμεμαθήκεισαν· ἐκεῖσε δὲ ἀφιγμένοι καὶ ταῦτα μαθόντες εἰς τὴν πόλιν ὥρμησαν ἐπελθεῖν. ἀλλὰ τὰ Ῥωμαϊκὰ στρατεύματα τοῦτο γνόντες πῦρ ταῖς οἰκίαις τῶν Λατίνων ἐνέβαλον παρὰ τὸν αἰγιαλὸν κειμέναις, καὶ ἐνέπρησαν ταύ τας, καὶ πρῶτα μὲν τὰς τῶν Βενετικῶν, εἶτα τῶν ἄλλων γενῶν, ἃς καὶ κάμπους κατωνόμαζον. ἐπεὶ δὲ εἶδον τὴν πόλιν πυρπολουμένην οἱ τῶν Λατίνων, τὰς παρειὰς ταῖς χερσὶ τύψαντες, καὶ λαβόντες ὅσους ἠδύναντο ἐντὸς τῶν τριήρεων αὐτῶν καὶ τῶν λοιπῶν πλοίων, ὑπεχώρησαν, μιᾶς τριήρεως εἰς τὸ μέγα παλάτιον ἀπελθούσης καὶ ἀναδεξα μένης τὸν Βαλδουῖνον ἐν χρῷ τῆς ζωγρείας γενόμενον. καὶ ταῦτα μὲν οὕτω ξυνέβη, καὶ ἡ Κωνσταντίνου προνοίᾳ θεοῦ καὶ αὖθις ὑπὸ χεῖρα τοῦ βασιλέως τῶν Ῥωμαίων ἐγένετο κατὰ λόγον δίκαιόν τε καὶ προσήκοντα, Ἰουλίου εἰκοστὴν καὶ πέμπτην ἄγοντος, οὔσης ἐπινεμήσεως τετάρτης καὶ ἀπὸ γενέσεως κόσμου ἔτους ὄντος# 22 ψξθʹ, ὑπὸ τῶν ἐχθρῶν κρα τουμένη χρόνους πεντήκοντα καὶ ὀκτώ.

Intertext edge

Open linked passage

Note