Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Περὶ γοῦν τὸ Μετεώριον τότε σκηνουμένου τοῦ βασιλέως ἐξαπίνης φήμη τις νύκτωρ τὰς τῶν πολλῶν περιεβόμβησεν ἀκοάς. ἡ δὲ φήμη παρὰ παιδαρίου τινὸς τῆς αὐταδέλφης τοῦ βασιλέω τῆς ὀνομαζομένης μὲν Εἰρήνης, διὰ δὲ τοῦ μοναδικοῦ σχήματος μετονομασθείσης Εὐλογίας, ἐκ τῶν τῆς Βιθυνίας μερῶν παρ' αὐτὴν ἀφικο μένου, ὡς καθ' ὁδὸν ἐμεμαθήκει παρά του, παρὰ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἁλῶναι τὴν Κωνσταντίνου. ὡς εἶχε γοῦν τάχους ἡ τοῦ βασιλέως αὐτοκασιγνήτη παρὰ τὸν βασιλέα ἀφιγμένη καταδαρθάνοντα τοῦτον εὗρε, καὶ ἠρέμα πως ἐκίνει αὐτὸν χειρί, ὅπως ἄν γε καὶ γρηγορήσειεν, ἰσχνοτέρᾳ τῇ φωνῇ ὑπολέγουσα ὡς «κατέσχες, ὦ βασιλεῦ, τὴν Κωνσταντινούπολιν.» καὶ πολλάκις τοῦτο εἰρήκει, καὶ ὁ βασιλεὺς ἐπέμενε μηδέν τι πρὸς ταύτην ἀνταποκρινόμενος. ὡς δὲ τὸν λόγον μετέβαλε καὶ εἰρήκει· «ἀνάστηθι βασιλεῦ· ὁ γὰρ Χριστὸς ἀπεχαρίσατό σοι τὴν Κωνσταντινούπολιν,» τῆς κλίνης ἀναστὰς καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας «τοῦτον μὲν» ἔφη «τὸν λόγον, ὦ ἀδελφή, καὶ αὐτὸς δέχο μαι. ὃν δὲ λόγον τὸ πρῶτον εἶπας, ὡς τῆς Κωνσταντίνου κεκράτηκα, οὐδαμῶς ἀποδέχομαι· πῶς γὰρ ἐκ τοῦ Μετεω ρίου ἐγκρατὴς γενοίμην τῆς Κωνσταντίνου; ἀλλ' οὐδὲ στρά τευμα κατ' αὐτῆς ἀξιόλογον πέπομφα. τὸ δὲ ῥᾴω ταῦτα εἶναι θεῷ καὶ αὐτὸς ξυνομολογῶ, καὶ θᾶττον ἂν τὰ μικροῦ καὶ ἀδύνατα τοῖς οἷς βούλοιτο παρασχεῖν καθέστηκε δυνατός.» Ταῦτ' εἰπὼν τοὺς ἐν τέλει πάντας τοὺς ἐκεῖσε τότε τού τῳ συνόντας ξυνήθροισε, καὶ ἐπυνθάνετο εἰ ἀληθῆ δοκεῖ σφίσιν αὐτοῖς τὰ παρὰ τῆς φήμης. καὶ οἱ μὲν συν έθεντο τὰ τῶν λόγων ἐπαληθεύειν, καὶ μάλιστα οἷς ἡ τῶν Λατίνων ἔξοδος ἀκριβέστερον ἐπεγνώσθη· ἔνιοι δὲ τὸν λό γον ἦγον ἐν ἀμφιβόλοις, οἷς οὐκ ἐν γνώσει τὰ τῆς ἄνω προνοίας καθέστηκε κρίματα, ὑπολογιζόμενοι καὶ τὸ πρᾶγμα τῶν δυσχερεστάτων τε εἶναι καὶ μὴ ῥᾳδίως κατορθουμένων. ἐν τοῖς τοιούτοις μὲν λόγοις τὸ τῆς νυκτὸς παρῄει διάστημα. ἐπεὶ δὲ ἡμέρα ἐπέφωσκεν, ἐλπὶς μὲν ἦν πᾶσι τὸν διακομίζοντα τἀληθῆ ἀφικέσθαι πρὸς τὸ στρατόπεδον, ἀλλὰ καὶ τὸ τῆς ἡμέρας ἐκείνης παραδεδραμήκει διάστημα, καὶ οὐδεὶς τοιοῦτος ἀφίκετο. ἤσχαλλον γοῦν αἱ τῶν ἁπάντων ψυχαὶ καὶ ἠδημόνουν, καὶ μάλιστά γε τοῦ βασιλέως. ἀλλὰ νυκτὸς ἐπιούσης ὁ τὴν ἀγαθὴν ἀγγελίαν διακομίζων ἐλήλυθε καὶ σαφῶς εἰρήκει περὶ τοῦ ἔργου, ὅτιπερ τὰ τῶν Ῥωμαίων στρατεύματα μετὰ τοῦ καίσαρος Στρατηγοπούλου ἐντὸς τῆς Κωνσταντίνου διάγουσι, καὶ πάντα ὡς ἔσχεν ἀπήγγειλεν.