Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 87 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
87.1
Ἀπάρας γοῦν ὁ βασιλεὺς τοῦ Μετεωρίου μεθ' ἡδονῆς ὅτι πολλῆς τὴν Κωνσταντίνου φθάσαι διὰ τάχους ἐπέσπευδε, δεδιὼς μήποτε ἐκ τῆς Δαφνουσίας οἱ Λατῖνοι ὑπονοστήσαντες καὶ τῆς πόλεως ἐντὸς γενόμενοι μάχην κατὰ Ῥωμαίων στήσαιεν καρτεράν, καὶ πολλῷ πλείους τῶν Ῥωμαίων ὄντες τῶν τειχῶν ἔξω βάλλουσιν. ἀλλὰ ταῦτα μὲν οὐ ξυνέβη, ἀλλ' ἐκεῖνοι μὲν τῷ ἀθρόῳ τὰς ψυχὰς κατασεισθέντες προύλαβον ἀποδρᾶναι, καθὼς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ βασιλεὺς δὲ τὴν πορείαν ἐπέτεινεν. ἐπεὶ δὲ καὶ τοὺς τοῦ Καλάμου βουνοὺς παρημείψαμεν καὶ τῆς Ἀχυράους ἐγγὺς ὁ βασιλεὺς ἐπήξατο τὴν σκηνήν, τότε δὴ καὶ τὰ τοῦ Βαλδουίνου τοῦ τάχα βασιλικῶς τῆς Κωνσταντίνου κατάρχοντος τὰ βασιλικὰ διεκομίσθησαν σύμβολα· ταῦτα δὲ ἦν καλύπτρα Λατινικὴ τὸ σχῆμα καὶ μαργάροις πεποικιλμένη καὶ ὑπὲρ κεφαλῆς λιθιδίῳ κοκκίνῳ, πέδιλά τε κοκκοβαφῆ καὶ σπάθη σηρικὸν κοκκοβαφὲς ἐνδεδυμένη προκάλυμμα. τότε δὴ καὶ ὁ πολὺς λεὼς τὰ τῆς ὑποθέσεως ἐπεπίστωτο· τὸ γὰρ μεγαλεῖον οὐκ εἴα τοῦ πράγματος εὐχερῶς πιστεύειν τοῖς λεγομένοις. Ἔσπευσεν οὖν ὁ βασιλεὺς τὴν κίνησιν. ταχυτέρας γοῦν καὶ μακροτέρας ἐποιεῖτο τὰς μεταβάσεις. ἐγγίσαντι γοῦν τῇ Κωνσταντίνου τῷ βασιλεῖ κατὰ νοῦν ἐπῄει θεοπρεπεστέραν μᾶλλον ἢ βασιλικωτέραν τὴν εἰς τὴν Κωνσταντίνου ποιήσασθαι πάροδον, καὶ τὸν τρόπον ἐσκέψατο, ὅπως ἂν γένοιτο ὃ δὴ διὰ λόγων εὐχαριστηρίων πρὸς τὸν θεὸν καὶ φωνῶν εὐκτηρίων ὑπέρ τε βασιλείας καὶ ἱεραρχείας ὑπέρ τε τῆς πόλεως καὶ τῶν αὐτῆς οἰκητόρων καὶ τοῦ ταύτης πληρώματος. ἐπεὶ δὲ ἐζήτει τὸν τὰς εὐχὰς συγγράψασθαι μέλλοντα, τὸν φιλόσοφον Βλεμμύδην πρὸς τοὖργον ἐπινύξαι βεβούλητο. μακρὰν δὲ ἦν ὁ ἀνήρ– ἀμφὶ γὰρ τὴν Ἔφεσον τὰς διατριβὰς ἐποιεῖτο– εἰς ἀργίαν δὲ τὰ τοῦ πράγματος ἔπιπτεν. ὁ δὲ βασιλεὺς μελλήσειν οὐκ ἤθελε πρὸς τὴν εἴσοδον. ἐδυσχέραινε γοῦν ἐπὶ τούτοις, ἀλλ' αὐτὸς τὸ δυσχερὲς διελυσάμην τῷ βασιλεῖ. «εἰ μὲν» γὰρ ἔφην, «ὦ βασιλεῦ, ὡς ἐξ ἁγίου ἀνδρὸς βούλει τὰς εὐχάς, ἅσπερ ἐθέλεις, γενέσθαι σοι, οὐκ ἔχω λέγειν· εἰ δὲ ἐξ οἱουδήτινος, δυναμένου δὲ συγγράφειν προέλοιο τὴν βούλησιν ἐκπεπλῆσθαί σοι, ἰδού σοι αὐτὸς τὴν θέλησιν ἀποπλήσαιμι καὶ τὰς εὐχάς σοι συγγράψαιμι.» ἔδοξε τοῦτο κρεῖττον τῷ βασιλεῖ, καὶ τῆς ταχινῆς εἰσόδου τὰς ὑπ' ἐμοῦ ποιηθησομένας προείλετο. ἐγὼ μὲν οὖν εὐθὺς ἡψάμην τοῦ ἔργου, καὶ οὔπω ἡμέρα παρῄει ὅλη καὶ νύξ, καὶ δέκα πρὸς ταῖς τρισὶ συνεγραψάμην εὐχάς, ἑκάστην οἰκεῖον ἔχουσαν τὸν σκοπόν.

Intertext edge

Open linked passage

Note