Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 88 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
88.1
Κατέλαβε γοῦν ὁ αὐτοκράτωρ τὴν Κωνσταντίνου· τεσσαρακαιδεκάτην ἦγε τότε ὁ Αὔγουστος. εἰσελθεῖν γοῦν εἰς τὴν Κωνσταντινούπολιν οὐκ ἠθέλησε τὴν αὐτὴν ἡμέραν, ἀλλὰ τὰς σκηνὰς ἐν τῇ μονῇ τοῦ Κοσμιδίου ἐπήξατο, τῇ ἄγχι διακειμένῃ τῶν Βλαχερνῶν. ἐκεῖσε γοῦν διανυκτερεύσας ἕωθεν ἀναστὰς τὴν εἰς Κωνσταντινούπολιν εἴσοδον ἀπειργάσατο τρόπον τοιοῦτον. ἐπεὶ δὲ ὁ μὲν πατριάρχης Ἀρσένιος οὐ παρῆν, οἷα ἐκεῖνος ἀνὴρ νωθρότερος περὶ τὰ καλὰ καὶ δύσνους πρὸς τὸν βασιλέα τελῶν καὶ μικροῦ δυσχεραίνων, ὅτι πρὸς τοῦ βασιλέως ἡ τῆς Κωνσταντίνου τῇ τῶν Ῥωμαίων ἀρχῇ συγκατείλεκται, ἔδει δὲ ἄρα τῶν τινα ἀρχιερέων τὰς εὐχὰς εἰς ἐπήκοον ἐξειπεῖν, ὁ τῆς Κυζίκου μητροπολίτης Γεώργιος, ὃν καὶ Κλειδᾶν κατωνόμαζον, ἐπλήρου τὴν χρείαν, καὶ εἰς ἕνα τῶν πύργων τῶν τῆς Χρυσείας ἀναβάς, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸ τῆς θεοτόκου ἐκτύπωμα τὸ οὕτω πως ἐκ τῆς μονῆς παρωνομασμένον τῶν Ὁδηγῶν, εἰς ἐπήκοον ἁπάντων ἀπεστομάτισε τὰς εὐχάς. ὁ μὲν οὖν αὐτοκράτωρ τὴν καλύπτραν ἀποβαλὼν καὶ γόνυ κλίνας ἔπεσε χαμαί, καὶ πάντες δὲ οἱ σὺν αὐτῷ ὄπισθεν αὐτοῦ ἐπὶ γόνυ κατέπεσον. ἐπεὶ δὲ ἡ πρώτη τῶν εὐχῶν ἐκτετέλεσται καὶ ὁ διάκονος ἐσήμηνε τὴν ἀνέγερσιν, πάντες ἀναστάντες τὸ κύριε ἐλέησον, εἰς ἑκατὸν ἀριθμήσαντες, ἐπεβόησαν. καὶ τούτων τετελεσμένων πρὸς τοῦ ἀρχιερέως καὶ αὖθις ἑτέρα τις ἐξεφωνήθη εὐχή. ὡς ἐν τῇ πρώτῃ γοῦν καὶ ἐν τῇ δευτέρᾳ γεγένηται, καὶ οὕτω πως διαπέπρακται μέχρι καὶ συμπληρώσεως τῶν ὅλων εὐχῶν. ἐπεὶ γοῦν οὑτωσί πως τὰ τῆς ἱεροπραξίας ταύτης γεγένηται, θεοπρεπῶς μᾶλλον ἢ βασιλικῶς τὴν τῆς Χρυσείας πύλην εἰσῆλθεν ὁ βασιλεύς· πεζὸς γὰρ ἐβάδιζε, προήρχετο δὲ τούτου τῆς θεομήτορος ἡ εἰκών. μέχρι μὲν οὖν τῆς τοῦ Στουδίου μονῆς ἀπελθών, ἐκεῖσε τὴν εἰκόνα καταλιπὼν τῆς ὑπεράγνου μητρὸς τοῦ θεοῦ, ἐπιβὰς τοῦ ἵππου περὶ τὸ τῆς Σοφίας τοῦ θεοῦ ἀφίκετο τέμενος. ἐκεῖσε γοῦν τῷ δεσπότῃ προσκυνήσας Χριστῷ καὶ τὰ εἰκότα τούτῳ εὐχαριστήσας, περὶ τὸ μέγα κατηντήκει παλάτιον. ἐν εὐφροσύνῃ γοῦν καὶ θυμηδίᾳ πολλῇ καὶ ἀπλέτῳ χαρᾷ τὸ Ῥωμαϊκὸν τῷ τότε γεγένηται πλήρωμα· οὐδεὶς γὰρ ἦν ὁ μὴ σκιρτῶν τε καὶ ἀγαλλόμενος καὶ μικροῦ δεῖν τῷ πράγματι ἀπιστῶν διὰ τὸ ἀπροσδόκητον τοῦ ἔργου καὶ τὸ ὑπερβάλλον τῆς ἡδονῆς. Ἐπεὶ δὲ ἔδει καὶ τὸν πατριάρχην ἐντὸς γενέσθαι τῆς Κωνσταντίνου, μετὰ παραδρομήν τινων ἡμερῶν λόγοις καὶ τῇ παρὰ τούτων πειθοῖ εἰσῆλθε. καὶ ὁ βασιλεὺς εἰς τὸ ἱερὸν ἀπῆλθεν ἀνάκτορον, τὸ τῆς μεγάλης Σοφίας τέμενος, ἵν' ἐγχειρίσῃ τὴν καθέδραν τῷ ἀρχιερεῖ. καὶ συνήθροιστο μετὰ τοῦ βασιλέως καὶ τῶν ἐν τέλει πάντες καὶ τῶν ἀρχόντων οἱ πρόκριτοι καὶ πᾶσα πληθύς. ὁ βασιλεὺς δὲ τῆς χειρὸς τοῦ πατριάρχου ἐπιλαβόμενος «ἔχεις,» φησί, «τὸν θρόνον σου, δέσποτα, καὶ οὗτινος ἐκ μακροῦ ἐστέρησαι, νυνὶ τῆς καθέδρας ἀπόλαυε.» καὶ οὕτω μὲν καὶ ἐπὶ τῷ πατριάρχῃ τὰ τοῦ βασιλέως ξυνέβη. 89 Ἐγένετο δὲ τῷ τότε καί τι τοιοῦτον, ὃ μὴ παραδοῦναι γραφῇ τῶν οὐ δεόντων ἐλογισάμην. λόγον ἐπὶ τῇ ἀναρρύσει τῆς Κωνσταντίνου συνεγραψάμην. καὶ ὁ σκοπὸς τοῦ λόγου κατὰ τὰς ἀρχὰς εὐχαριστία τε ἦν πρὸς θεὸν τῆς πρὸς Ῥωμαίους τούτου ἀγαθουργίας καὶ τῆς εὐσπλάγχνου κηδεμονίας καὶ ἀντιλήψεως, συνανεκεράννυτο δὲ τῷ λόγῳ καὶ εὐφημία πρὸς τὸν βασιλέα εὐχαριστήριος· ἡ δ' ἐπὶ τέλει τοῦ λόγου ἀξίωσις συναναγορευθῆναι τῷ βασιλεῖ καὶ πατρὶ τὸν βασιλέως πρωτογενῆ παῖδα, τὸν Κομνηνὸν Ἀνδρόνικον. τοῦτο ἐλάνθανε τοὺς πολλοὺς καὶ μάλιστα τῶν ἐν τέλει, οἷς καὶ οὐ κατὰ γνώμην ὑπῆρχε τὸ πρᾶγμα. οἱ μὲν προύχοντες τῶν ἡμετέρων, ὅ τε δεσπότης Ἰωάννης ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ πενθερὸς τούτου ὁ σεβαστοκράτωρ Τορνίκιος– ὁ γὰρ καῖσαρ Στρατηγόπουλος, καὶ εἰ παρῆν ἐν τοῖς τοιούτοις, οὐδ' εἶχε περὶ τούτων φροντίδα– τὸν σκοπὸν ἀγνοοῦντες καὶ τὴν ἀξίωσιν τοῦ προβλήματος, ἠνάγκασαν τὸν βασιλέα ἐπ' ἀκροάσει γενέσθαι τοῦ λόγου. ὁ μὲν βασιλεὺς ἐδυσχέραινεν, ἤδη γὰρ μεσεμβρινὰς τὰς ἀκτῖνας ὁ ἥλιος ἔβαλλε καὶ ὁ τοῦ ἀρίστου παρῄει καιρός***

Intertext edge

Open linked passage

Note