Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Georgius AcropolitaAnna 8 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἀλλ' ἐνταῦθά μοι ὁ λόγος ἀναμεινάτω· ἱστορῆσαι 8 γὰρ βούλεται τὰ τῷ βασιλεῖ Ἀλεξίῳ συμβάντα, ἤδη δὲ καὶ τἆλλα τὰ ἐπὶ τῇ ἑσπέρᾳ γενέσθαι φθάσαντα. ἀφίκετο μέν, ὡς εἰρήκειν, εἰς Θεσσαλονίκην ὁ εἰρημένος βασιλεὺς Ἀλέξιος καὶ ὑπεδέχθη παρὰ τῆς αὐτοῦ νύμφης, ἣ ἐξ Οὔγγρων μὲν ὥρμητο, ἐπεγαμβρεύθη δὲ τῷ βασιλεῖ Ἰσαακίῳ μετὰ τὴν τῆς γυναικὸς αὐτοῦ τελευτήν· ἣν καὶ ὡραίαν πάνυ τῷ εἴδει οἱ κατιδόντες ἔφασκον εἶναι. τῶν γοῦν Ἰταλῶν εἰς πολυμέρειαν τὰ τῆς Ῥωμαΐδος κληρωσαμένων καὶ τοῦ μὲν ἐκ Φλάντρας ὡρμημένου Βαλδουΐνου βασιλέως ἀναγορευθέντος, τοῦ δὲ δουκὸς Βενετίας, ὃς καὶ αὐτοπροσώπως συνῆν, μερίδα οὐ σμικρὰν ἐσχηκότος καὶ δεσποτικῷ ἀξιώματι τιμηθέντος ἔχειν τε ἐξ ὅλου– πρὸς τὸ ὅλον, ὃ τὸ τῶν Φράγγων ἐκτήσατο γένος– τὸ τέταρτον καὶ τοῦ τετάρτου τὸ ἥμισυ, ἐπειδὴ καὶ ὁ μαρκέσιος ἀξιόλογον μοῖραν τῇ συμμαχίᾳ ἦν ἐνεγκάμενος, ῥὴξ Θεσσαλονίκης παρὰ τοῦ Φλάντρα τετίμητο, προσλαβό μενος καὶ γυναῖκα τὴν δηλωθεῖσαν Μαρίαν τὴν ἐξ Οὐγ γρίας, πρότερον προσηρμοσμένην Ἰσαακίῳ τῷ βασιλεῖ. ὑπὸ ταύτης, ὡς ἔφην, ὁ βασιλεὺς ὑπεδέχθη Ἀλέξιος. μετὰ μι κρὸν δὲ φωραθεὶς τοῖς ἐκεῖσε νεωτερίζεσθαι ἀπεδιώχθη συνάμα τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Εὐδοκίᾳ, ἣν καὶ ἐς Κόρινθον ἀφικόμενος τῷ ἐκεῖσε τῆς χώρας κατάρχοντι συν εζεύξατο Σγουρῷ· ἦν γὰρ καὶ ὁ Σγουρὸς οὗτος μετὰ τὴν τῆς Κωνσταντίνου ἅλωσιν νεωτερίσας καθ' ἑαυτὸν καὶ Κορίνθου ἄρχων καὶ τῶν περὶ ταύτην χωρῶν, ὡς καὶ ἑτέρων ἕτεροι. μικρὸν δὲ καὶ τοῖς ἐκεῖσε προσδιατρίψας, γνοὺς παρά τινων ὡς ἁλίσκεσθαι μέλλει, ἀπέδρα. ἐκ Λογγιβαρ δίας δέ τισι ξυντυχὼν ἁλίσκεται, πρὸς τὸν πρωτεξάδελφον αὐτοῦ Μιχαὴλ τὰς κινήσεις ποιούμενος· ἦν γὰρ οὗτος τῷ τότε μέρους τινὸς τῆς παλαιᾶς Ἠπείρου κρατήσας καὶ πολλὰ τοῖς πρὸς τὰ ἐκεῖσε μέρη ἀφιγμένοις Ἰταλοῖς παρέχων πράγματα. καὶ ἦν οὗτος δυναστεύων τῆς τοιαύτης χώρας· Ἰωαννίνων γὰρ ἦρχε καὶ Ἄρτης καὶ μέχρι Ναυπάκτου. ὡς γοῦν ἑάλω παρὰ τῶν Λογγιβάρδων ὁ βασιλεὺς Ἀλέξιος, ἀπεμπολεῖτο παρ' αὐτῶν συνάμα τῇ γυναικὶ εἰς τὸν δηλω θέντα Μιχαὴλ χρυσίον συχνὸν τοῖς κατέχουσι διδόντα. μικρὸν δὲ μετὰ τοῦ Μιχαὴλ προσκαρτερήσας ὁ βασιλεὺς Ἀλέξιος βούλεται πρὸς τὸν τοῦ Ἰκονίου σουλτὰν ἀπελθεῖν, ὃν Ἰαθατίνην ὠνόμαζον· ἦν γὰρ τούτῳ συνήθης. ὁ γὰρ εἰρη μένος Ἰαθατίνης τὰς τοῦ ἀδελφοῦ αὐτοῦ χεῖρας ἀποδρὰς Ἀζατίνη κατάρχοντος τῷ τότε τῶν Μουσουλμάνων, φυγὰς παρὰ τὴν Κωνσταντίνου ᾤχετο καὶ τῷ βασιλεῖ ὑποδέδεκται Ἀλεξίῳ, βαπτίζεταί τε παρ' αὐτοῦ καὶ υἱοθετεῖται· ὃς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ συναπέδρα ἀποδράντι τῆς Κωνσταντίνου. ἀλλ' οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἀφικνεῖται πρὸς αὐτὸν ἀνὴρ κρύφα μηνύων αὐτῷ τὸν τοῦ ἀδελφοῦ αὐτοῦ μόρον· ὃς καὶ ῥάκεσι πενιχροῖς ἐσταλμένος μετ' αὐτοῦ ἀφικνεῖται, καὶ τοῖς αὐτοῦ καταστὰς γνώριμος περσάρχης ἐπιφημίζεται. ὃς καὶ τῷ βασιλεῖ Θεοδώρῳ ἔν τισι καιροῖς στενοχωρηθέντι χρήσιμος ἀνεφάνη, συμμαχίαν δοὺς καὶ τὰ εἰς εἰρήνην σπεισάμενος· ὡς ἀδελφὴν γὰρ τὴν βασιλίδα Ἄνναν ὠνόμαζε.

Intertext edge

Open linked passage

Note