Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Πρὸς τοῦτον ἡ πᾶσα σπουδὴ τοῦ βασιλέως Ἀλεξίου ἀφικέσθαι προσῆν· ἐδυσανασχέτει γὰρ ἐλθεῖν περὶ τὸν βασιλέα καὶ γαμβρὸν Θεόδωρον. ἐφοδίοις γοῦν ἀπάρας τῆς τοῦ Μιχαὴλ γῆς καὶ φορῷ χρησάμενος πνεύματι τῇ τῆς Ἀττάλου προσώρμισεν. ἀσμενέστατα γοῦν παρὰ τοῦ σουλτὰν προσδέδεκται. ὁ βασιλεὺς δὲ Θεόδωρος διῆγεν ἐν τῇ Νικαίᾳ, καὶ πρεσβεία πρὸς τοῦ σουλτὰν παρ' αὐτὸν ἀφικνεῖ ται τὴν τοῦ βασιλέως καὶ πενθεροῦ γνωρίζουσα ἄφιξιν, καὶ ὡς ἄδικος εἴη ξένης ἐπειλημμένος ἀρχῆς. ἐταράχθη γοῦν ἐπὶ τοῖς λόγοις ὁ βασιλεύς, καὶ δέος αὐτῷ ἐπεισῄει οὐχὶ σμικρόν. ὁ μὲν γὰρ σουλτὰν πρόφασιν εἶχε τὸν βασιλέα Ἀλέξιον, τῇ δ' ἀληθείᾳ σκοπὸς ἦν αὐτῷ πᾶσαν τὴν Ῥωμαίων καταδρα μεῖν καὶ καταληΐσασθαι ἢ καὶ ὑπὸ χεῖρα ποιήσασθαι· καὶ ἦν ἐπὶ ξυροῦ, ὅ φασι, τῷ βασιλεῖ Θεοδώρῳ τὰ πράγματα. συναγαγὼν οὖν τοὺς αὐτοῦ ἐπειρᾶτο τούτων, εἴτε αὐτῷ προσανέχοντες ἂν εἶεν εἴτε τῷ πενθερῷ αὐτοῦ τῷ βασιλεῖ Ἀλεξίῳ. οἱ δὲ πανσυδὶ μιᾷ φωνῇ, ὡς ἐκ γνώμης μιᾶς, ἢ συζῆν αὐτῷ ἢ συναπολέσθαι εἰρήκεισαν. θαρσαλέος γοῦν ὁ βασιλεὺς τοῖς τῶν ὑπὸ χεῖρα λόγοις γενόμενος τῆς Νικαίας ἐξῄει, ἔχων καὶ τὸν τοῦ σουλτὰν πρέσβιν μεθ' ἑαυ τοῦ. ταχύτερον δὲ τῷ δρόμῳ χρησάμενος ἀφικνεῖται τῇ Φιλαδέλφου. ὁ δὲ σουλτὰν ἐπάρας μεθ' ἑαυτοῦ καὶ ὃν ὡς δέλεαρ ἐπεφέρετο βασιλέα Ἀλέξιον, τὴν ἔφοδον ἐν Ἀντιοχείᾳ πεποίηται· πόλις δὲ αὕτη χώρας προκαθημένη Μαι άνδρου. κρατεῖν δέ οἱ ταύτης ἦν ὁ σκοπός· διὰ ταῦτα καὶ ἑλεπόλεις ἐστήσατο καὶ ἐπόρθει τὴν πόλιν, καὶ ἦν γε αὕτη ἐν χρῷ τοῦ ἁλῶναι. ὃ δὴ καὶ δεδιὼς ὁ βασιλεὺς Θεό δωρος– ἦν γὰρ καὶ ἀληθὲς ὡς εἰ ταύτης ἐκράτησεν ὁ σουλτάν, οὐδὲν ἂν ἦν αὐτῷ ἐμποδὼν τοῦ μὴ πᾶσαν τὴν τῶν Ῥωμαίων χειρώσασθαι– καὶ οἷον ἐπὶ κύβου τὸν πό λεμον θεὶς ἢ μᾶλλον ἀληθῶς εἰπεῖν ἐπὶ τῷ δεσπότῃ θαρ ρήσας Χριστῷ, οὗ τὴν κλῆσιν ὡς σύσσημόν τι ἢ σφραγῖδα οἱ εὐσεβεῖς περιφέρομεν, ἐπισπεύδει τὸν δρόμον, παραγγείλας μηδένα ἢ σκηνὴν φέρειν ἢ ἄχθος ἢ ἕτερόν τι τῶν μὴ λυσι τελούντων ἐν τῷ πολέμῳ ἄνευ μέντοι τῶν ἀναγκαίων, τρο φῆς μικρᾶς καὶ ἐνδύματος. ἦν δὲ ἅπαν αὐτῷ τὸ στράτευμα εἰς δισχιλίους ἠριθμημένον, ὧν ὀκτακόσιοι μὲν Ἰταλοί, ἄνδρες γενναῖοι καὶ τὴν χεῖρα σθεναροί, ὡς ὁ καιρὸς ἔδειξε, Ῥωμαῖοι δὲ οἱ λοιποὶ ἐτύγχανον.