Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Latinos
Georgius AcropolitaLati 1 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι, ἐβουλόμην μὲν
1.1.2
καλεῖν ὑμᾶς ἀδελφοὺς ὡς ὁμογνώμονας καὶ ὁμόφρονας, ἐπεί τοί γε τοῦτο σκοπὸς
1.1.3
τοῦ ὑπὲρ ἡμῶν τὸ καθ' ἡμᾶς προσειληφότος θεοῦ καὶ πάντα τὰ τῆς σαρκὸς
1.1.4
ἐπιδείξαντος ἐν ἑαυτῷ ἰδιώματα ἄτερ μόνης τῆς ἐφαμάρτου ζωῆς· καὶ τοῦτο ἦν τὸ
1.1.5
μέγα περὶ ἡμᾶς τοὺς ἀνθρώπους μυστήριον, ἵνα συνάψῃ τὰ πάντα ἐν ἑαυτῷ καὶ εἰς
1.1.6
ὁμο φροσύνην συνάξῃ τῆς πίστεως, ὅπερ, κατὰ τὸν μέγαν Παῦλον, οὐχ Ἕλλην οὐ
1.1.7
βάρβαρος οὐ Σκύθης οὐκ Ἰουδαῖος οὐδ' ἄλλο τι τῶν ἐθνικῶν ὀνομάτων
1.1.8
παρείληπται, ἀλλὰ μόνον καὶ ὅλον Χριστὸς αὐτοῖς τὸ ἐπίσημον. ἐβουλόμην μὲν οὖν
1.1.9
οὕτω– καὶ γὰρ ἐτυγχάνομεν καὶ πάλαι ἦν ἡμῖν τὸ ὁμόγνω μον καὶ ἀδελφὰ
1.1.10
ἐφρονοῦμεν καὶ τοῖς αὐτοῖς κανόσι τῆς εὐσεβείας ἢ καὶ στάθμαις ἀπηυθυνόμεθα καὶ
1.1.11
τοῖς μέρεσι πᾶσιν ἐξισαζόμεθα· ἀλλ' ὁ τῷ φθόνῳ διαχωρίσας τὸν πρῶ τον ἄνθρωπον
1.1.12
ἀπὸ τοῦ θεοῦ καὶ τοῖς ἀδελφοῖς τὴν κακὴν ἔριν ἐπεμβαλὼν εἰς διάσπασιν, ὡς καὶ εἰς
1.1.13
φόνον καταλῆξαι τὸ ῥᾳδιούργημα– φεῦ τῆς ἡμετέρας ἀσθενείας καὶ τῆς τοῦ σατᾶν
1.1.14
προσβολῆς– καὶ ἡμᾶς, ὦ φίλοι Ῥωμαῖοι, ἡνωμένους ὄντας διέστησε καὶ εἰς
1.1.15
ἀδιάσπαστον συγκεκρα μένους διέλυσε. καὶ νῦν ἀποκλαιόμεθα μὲν ἡμεῖς τὸν
1.1.16
ὑμέτερον χωρισμόν, ἀποκλαίονται δέ, ὡς πείθομαι, τοῦτον καὶ ὑμῶν οἱ
1.1.17
εὐγνωμονέστεροί τε καὶ συμπαθέστεροι. τί γὰρ χρηστότερον ἢ τερπνότερον ἢ
1.1.18
ἀδελφοὺς ἐν τῷ αὐτῷ συνοι κεῖν; τί δὲ χαριέστερον ἢ ὀνησιμώτερον ἢ τοὺς αὐτοὺς
1.1.19
ὁμοφρόνως ὑπὲρ τῆς εὐσεβείας ἀνταγωνίζεσθαι; τί δὲ ἀθλιώτερον ἢ ἐλεεινότερον ἢ
1.1.20
ἀπορραγῆναι τοὺς ὁμονοοῦντας ἐν Χριστῷ εἰς διχόνοιαν καὶ τοὺς ἡνωμένους ἐν
1.1.21
πνεύματι εἰς ἀξυμφυῆ τὴν διάστασιν; εἰ δὲ καὶ ὅπου δύο ἢ τρεῖς ἐν Χριστῷ
1.1.22
συνηγμένοι, ἐν τούτοις μέσος γνωρίζεται, πόσῳ μᾶλλον ἐν δυσὶν ἢ τρισὶν ἢ καὶ
1.1.23
πλείοσιν ἔθνεσιν ἐν ἑαυτῷ συμφρονοῦσιν οὐ παρέσται καὶ πληρώσει τῶν ἀγαθῶν,
1.1.24
ὅσα τε ἐνταῦθα τῆς εἰρήνης εὑρίσκεται καὶ ὧν ὁ καρπὸς ἡ τῶν τελουμένων κάθαρσις
1.1.25
ἢ ἀνάβασις, καὶ ὅσα ἐκεῖθεν τῆς ὑψηλοτέρας ζωῆς καὶ ἀμείνονος;
1.2.1
Διὰ ταῦτα δὴ τῷ ὑμετέρῳ χωρισμῷ σπαραττόμεθα καὶ τὸ πάθος οὐ
1.2.2
διαφέρομεν, ὅτι μέλη ὄντες Χριστοῦ καὶ πρὸς μίαν κεφαλὴν αὐτὸν ἀναγόμενοί τε
1.2.3
καὶ συναρμολογούμενοι οὐκέτι συμπνέομεν τοῖς αὐτοῖς οὐδ' εἰς ἓν ἔργον τὸ ἅπαν
1.2.4
σῶμα κινούμεθα, ἀλλ' ἀντιφερόμεθα ἑαυτοῖς εἰς ἑτεροίας πράξεις καὶ ἐναντιουμένας
1.2.5
τὸ πλεῖστον μέρος ἐξ ἀντιθέσεως, οὐδ' εἰς μίαν γωνίαν τὸν ἀκρογωνιαῖον τιθέμεθα,
1.2.6
ἀλλ' ὥσπερ εἰς ἄλλην καὶ ἄλλην κατηρτισμένοι τὴν οἰκοδόμησιν ἄλλα μὲν ἡμεῖς
1.2.7
γνωματεύομεν, ἄλλα δὲ ὑμεῖς τερατεύεσθε. καὶ τίς ὁ θρηνήσων ἡμᾶς Ἱερεμίας; καὶ
1.2.8
πόσων ἂν χρεία δακρύων τούτῳ προσγένοιτο· εἰ γὰρ τῆς Ἱερουσαλὴμ ἁλω θείσης καὶ
1.2.9
Ἰουδαίων παραχθέντων αὐτῆς, μιᾶς πόλεως καὶ πολλοστοῦ ἔθνους καὶ τὴν
1.2.10
φαινομένην πεπονθότων αἰχμα λωσίαν, πηγὰς ἐζήτει καὶ θαλάσσας εἰς δάκρυα,
1.2.11
πάσης σχεδὸν τῆς οἰκουμένης ἀντιφωνούσης εἰς τὴν εὐσέβειαν καὶ ἀντί φθογγα
1.2.12
δογματιζούσης εἰς τὸ κατὰ Χριστὸν κήρυγμα, πόσων ἂν ἐκείνῳ χρεία θαλασσῶν
1.2.13
ἐγένετο πρὸς τὰ δάκρυα; ἔμοιγε οὖν οὐκ ἀνθρώποις οὗτος ἁρμόδιος ὀδυρμὸς οὐδὲ
1.2.14
τοῖς τὸ θνητὸν τοῦτο φοροῦσιν ἔνδυμα, ἀλλ' ἀγγέλοις ἢ χερουβὶμ καὶ πάσαις ταῖς
1.2.15
ὑπεράνω δυνάμεσιν, ἵν' ἀξίως ἡμᾶς ἀπο κλαύσωνται οὐκ ἐπιγινώσκοντας τὴν
1.2.16
ἀλήθειαν οὐδὲ τὸ μυ στήριον τοῦ Χριστοῦ, δι' οὗ τὴν ἡμετέραν σωτηρίαν ἐπραγμα
1.2.17
τεύσατο, ἀλλὰ κοιλίας ἀπερυγγάνοντας ῥήματα καὶ φιλονει κοῦντας νικῆσαι νίκην
1.2.18
πολὺ τῆς ἥττης ἀθλιωτέραν. καὶ οὐχ ὑμεῖς τοῦτο, ἡμεῖς δ' οὔ· ἀλλ' ὅπερ ἐστίν, ὦ
1.2.19
Ῥωμαῖοι, οὐκ ἀποκρύψομαι.
1.3.1
Ἤρξατο μὲν ἐξ ὑμῶν τὸ πάθος, κατεβοσκήσατο δὲ καὶ ἡμᾶς καθάπερ
1.3.2
ἔρπης ἢ γάγγραινα, ἐκ φιλαυτίας ἀρξάμενα καὶ εἰς αὐθάδειαν καταντήσαντα. ἀλλὰ
1.3.3
νῦν δεῦτε δὴ καὶ ἀκούσατέ μου, φόβον τοῦ κυρίου διδάξω ὑμᾶς· τοῦτον γὰρ ἀρχὴν
1.3.4
σοφίας καὶ ἕτερος εἰρήκει θεόσοφος. ἵνα τί οὕτως ἐσμὲν εὔκολοι οὐ πρὸς ἅπαντα
1.3.5
μόνον λόγον, φυσικόν τέ φημι ἢ μαθηματικὸν ἢ λογικὸν ἢ ἀλλοῖον, ἀλλὰ καὶ πρὸς
1.3.6
θεολογίαν αὐτήν, ἀκρατεῖς καὶ χεῖρα καὶ γλῶσσαν καὶ τὴν διάνοιαν; τί μὴ τοῖς
1.3.7
οἰκείοις ὅροις περιγραφόμεθα; τί πη δῶμεν ὑπὲρ τὰ ἐσκαμμένα; τί μὴ γινώσκομεν
1.3.8
ἑαυτοὺς ἀν θρώπους, ἀλλ' οἰόμεθα μοίρας θειοτέρας εἶναι, φύσεως ὑπεραρθείσης
1.3.9
τῶν οὐρανῶν καὶ ἐμφιλοχωρησάσης θεῷ καὶ τὰ κατ' αὐτὸν ἀρίστως ἐπεγνωκυίας
1.3.10
καὶ τοῖς ἄλλοις ἐξαγγέλλειν δεδυνημένης; μάταιοι ὄντως ἡμεῖς, εἰς οὓς ἐπεγγελῶσι
1.3.11
μὲν δαίμονες, θρηνοῦσι δὲ ἄγγελοι, καταδικάζει δὲ Χριστός, καὶ καταδίκην, ἣν ἐν
1.3.12
τοῖς εὐαγγελίοις προώρισε, κλαυθμὸν καὶ ὀδόντων βρυγμὸν καὶ τὰ λοιπὰ τῆς
1.3.13
κολάσεως. οὐ γὰρ ἔχοντες ἔνδυμα γάμου τοῖς ἀμφὶ τὸ δεσποτικὸν δεῖπνον δαι
1.3.14
τυμόσι συνανακλίνομεν ἑαυτούς· καὶ τοῦτο οὐ πέρα δεινῶν, καίπερ ὂν δεινόν, ἀλλ'
1.3.15
εἰ μὴ τοῖς πρώτοις καὶ ὧν οὐδεὶς ὑπερέκεινα συγκαταλέξοιμεν ἑαυτούς, ὡς οὐδὲν
1.3.16
λελογίσμεθα. ὦ ἡμεῖς δείλειοι· ἀφέντες τὰ ἡμετέρα θεωρεῖν, τὰ τῆς ἀνεφίκτου καὶ
1.3.17
τοῖς χερουβὶμ ζητοῦμεν φύσεως· ἀφέντες τὰς ἐντολὰς τοῦ κυρίου τηρεῖν, δι' ὧν
1.3.18
σωθησόμεθα, θεολογεῖν προειλόμεθα· ἀφέντες περὶ φύσεως καὶ σωμάτων
1.3.19
φιλοσοφεῖν καὶ γνωμολογεῖν περὶ ἤθους, ὧν καὶ τὸ τυγχάνειν κέρδος καὶ τὸ
1.3.20
ἀποτυγχάνειν οὐ βλαβερόν, πρὸς τὸ θεολογεῖν ἀνιπτά μεθα, οὗ τὸ ἁμαρτῆσαι πτῶμα
1.3.21
ψυχῆς τὸ ὀλεθριώτατον, καὶ οὗ ἡ ἀνάκλησις ὡς ἀδύνατος· οὗ γὰρ τὸ ἀποτυχεῖν ὡς
1.3.22
ἀσύγγνωστον, τούτου δυσχερὴς ἡ ἐπάνοδος. ὦ ἡμεῖς μάταιοι, τί τὸ περὶ ἡμᾶς τοῦτο
1.3.23
τοῦ σατᾶν ἔσχατον δέλεαρ; ὃς ἐπεὶ μὴ ἔχει τοῖς ἄλλοις θηρεῦσαι– ἀποκάμνει γὰρ τοῖς
1.3.24
σωτη ριώδεσιν ἀντιβαλλόμενος πνεύμασι– τὸ μέγιστον τοῦτο καὶ ἐπικινδυνότατον
1.3.25
ἐπιβάλλει θήρατρον τοῖς ὀξυτέροις τάχα καὶ θερμοτέροις εἰς τὴν εὐσέβειαν, ᾧ πολλὰ
1.3.26
πλήθη καὶ τῶν περιφανεστέρων ἐν ἄλλοις ἀπώλεσε καὶ τοὺς ὑπερπεπηδηκότας τὰ
1.3.27
κάτω καὶ μὴ κατὰ βαθμίδας κεχωρηκότας πτῶμα δακρύων δέδειχεν ἄξιον.
1.4.1
Διὰ τοῦτο πᾶσιν ὀκνητέον εἰς. θεολογίαν ἐλθεῖν, καὶ φοβητέον τὸν
1.4.2
φόβον, οὗ τὸ φοβεῖσθαι πάνυ γε ἄξιον. τί γὰρ καὶ θεολογοῦμεν καινότερον; δέον
1.4.3
ἀρκεῖσθαι τοῖς προ τέροις καὶ οἷς ἡμᾶς ἐδίδαξεν ὁ καλῶς γινώσκων τὰ ἑαυτοῦ, ἢ καὶ
1.4.4
τῶν δευτέρων ἀκούειν, ὧν ἡ πρᾶξις καὶ ὧν ὁ βίος ταῖς θείαις ἐμαρτύρησεν
1.4.5
ἀποφάσεσιν, ἐπεὶ καὶ οὗτοι οὐ ταῖς οἰκείαις περὶ τὸ πρᾶγμα δυνάμεσι κατεχρήσαντο
1.4.6
οὐδὲ τοῖς λογικοῖς καὶ μόνοις μεθοδεύμασιν ἐγκατέμειναν. ἀνθρώ πινον γὰρ τοῦτο
1.4.7
καὶ τῇ φύσει γινώσκεται, καὶ ποῦ τὰ μυστήρια τῆς θεότητος; ποῦ δὲ τὰ ὑπὲρ φύσιν ἐκ
1.4.8
τῶν κατὰ φύσιν καὶ θαυμαζόμενα καὶ τιμώμενα; Χριστὸς ὁ πρῶτος θεολόγος
1.4.9
θεολογεῖ, καὶ σὺ τὴν ἐκείνου θεολογίαν παραποιεῖς; ὁ καλῶς εἰδὼς ἑαυτὸν καὶ τοὺς
1.4.10
ἑαυτοῦ, καὶ σὺ τολμᾷς καὶ τὸ οἱονοῦν παρ' αὐτὸν ἀποφαίνεσθαι; ὁ Χριστός φησι· «τὸ
1.4.11
πνεῦμα τὸ ἅγιον, ὁ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», καὶ τίς ἂν ἄλλος τολμήσειε καὶ ἐκ
1.4.12
τοῦ υἱοῦ ἀποφήνασθαι; ὥσπερ γὰρ οὗτός φησιν γεγεννῆσθαι ἐκ τοῦ πατρός, καὶ οὐκ
1.4.13
ἄν τις ἀπαυθαδιάσαιτο πώποτε λέξαι καὶ ἐκ τοῦ πνεύματος, οὕτω δὴ καὶ ἐν τούτῳ
1.4.14
ἐστί. πέμπειν πάλιν αὐτός φησιν τὸν παράκλητον, καὶ στέρξωμεν τὸν λόγον καὶ μὴ
1.4.15
παραχαράξωμεν τὸ ῥητόν· ἐκκείσθωσαν οὕτως αἱ συλλαβαί, ἃς ὁ πρῶτος
1.4.16
στοιχειωτὴς ἀπεγράψατο. τί συλλογίζῃ ἐπὶ κενῆς καὶ ἐπιφέρεις ἄλλα ἀντ' ἄλλων
1.4.17
ὀνό ματα; τὸ πέμπειν λέγε μοι πέμπειν καὶ ἐκπορεύεσθαί μοι τὸ ἐκπορεύεσθαι·
1.4.18
κρείττων σοῦ πολὺ ὁ διδάξας αὐτὰ καὶ πιστεύειν οὑτωσὶ ἐντειλάμενος. τί γὰρ μὴ
1.4.19
ἐκπορεύειν αὐτὸ εἰρήκει ἡ αὐτοσοφία καὶ ὁ τῶν μελλόντων προγνώστης, ὃς ἀκριβῶς
1.4.20
τὰ τοιαῦτα ἐγίνωσκε καὶ τὴν ἐπὶ τούτοις ἀμφιβο λίαν καὶ τὴν διχόνοιαν, ὡς ἂν ἡμᾶς
1.4.21
ἀπαλλάξειε πολλῶν ῥημάτων καὶ ἀντιθέσεων, ἀλλὰ πέμψειν αὐτὸ εἶπε τοῖς
1.4.22
μαθηταῖς μετὰ τὴν αὐτοῦ πρὸς τὸν πατέρα ἀνάβασιν; εἰ μὴ γὰρ ἄλλο οἶδε τὴν πέμψιν
1.4.23
καὶ ἕτερον τὴν ἐκπόρευσιν, οὐκ ἂν παρήλλαξε τὰ ὀνόματα, ὥσπερ οὐδ' ἐπὶ τοῦ
1.4.24
πατρὸς οὐδ' ἐπὶ τοῦ ὀνόματος τοῦ υἱοῦ καὶ τῆς μέσον αὐτῶν σχέσεως εἴτουν
1.4.25
γεννήσεως· ἀλλὰ ταῦτα φυλάττει καὶ οὐκ ἰσοδυναμούσαις, ὡς ἄν τινες φαῖεν,
1.4.26
ἐναλλάττει ταῖς λέξεσι. θεός ἐστιν ὁ ταῦτα θεολογῶν καὶ περὶ ἑαυτοῦ, καὶ πῶς ἂν
1.4.27
ἐγὼ ἐς τοσοῦτον ἔλθοιμι τόλμης καὶ ἀναιδείας ὡς ἄλλο τι παρὰ ταῦτα θεολογεῖν,
1.4.28
κόνις ὢν ἀμυδρὰ καὶ χοῦς πρὸς γῆν ἰλυσπώμενος, κἂν ἐτιμήθην τῷ πνεύματι;
1.4.29
Παῦλος οὐ παρα πεποίηκε τὸ ῥητόν, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν εἰς τὸν
1.4.30
παράδεισον καὶ ἀκούσας ἀνέκφραστα· εὐαγγελιστὴς οὐδεὶς ἀπεγράψατο καὶ ἐκ τοῦ
1.4.31
υἱοῦ ἐκπορεύεσθαι τὸν παράκλητον, καὶ τίς οὕτω θρασὺς τὰς φρένας καὶ τοὺς
1.4.32
λόγους ἀκάθεκτος, ὡς ἀπερυγγάνειν τοῦτο τοῦ στόματος;
1.5.1
Εἰ δὲ τὴν πέμψιν πάλιν λαμβάνεις εἰς τὴν ἀπόδειξιν καὶ ἐνσχολάζεις τῷ
1.5.2
ῥήματι καὶ ταυτίζεις ὀνόματα καὶ πέμ πειν λέγεις τὸ ἐκπορεύεσθαι, ἄκουε πάλιν τῶν
1.5.3
πρὸς ἀντίρ ρησιν. οὐδὲν τῶν ὀνομάτων ἄντικρυς ὡς ταὐτόν· κἂν αὐτὰ φέρῃς τὰ
1.5.4
πολυώνυμα, εὑρήσεις ἐν τούτοις διαφορὰν οὐ σμικράν· πρὸς γὰρ ἄλλην καὶ ἄλλην
1.5.5
τοῦ ὑποκειμένου τὴν ἔννοιαν ἀπιδόντες οἱ πρώτως θέντες ὀνόματα τὸ ποι κίλον
1.5.6
τῶν ὀνομάτων ἐπέθεντο. καὶ γνοίης ἂν ταῦτα καλῶς ἐς διδασκάλου ἀφιγμένος
1.5.7
γραμματιστῶν τὰς συλλαβὰς ἀνα πτύσσοντος καὶ τὸ κεκρυμμένον τῆς διανοίας
1.5.8
ἀνακαλύπτοντος– καὶ ταῦτα οὐκ ἂν ἐξ ὑπογυίου ὁ παρατυχὼν ἐπιγνώσαιτο– καὶ
1.5.9
ἴδοις ἂν καὶ τοὺς ἐπιστήμονας οὐ τοῖς τυχοῦσι τῶν ὀνομάτων χρωμένους εἰς
1.5.10
ἑρμηνείαν, εἴπερ κυριολεκτεῖν ἐπε βάλλοντο, ἀλλὰ τοῖς προσφυέσι καὶ καταλλήλοις
1.5.11
καὶ μὴ ἀπᾴδουσιν. εἰ γοῦν ἐπὶ τῶν καθ' ἡμᾶς καὶ θνητῶν ἡ τῶν ὀνομάτων διαφορὰ
1.5.12
πολλὴν ἐπικρύπτει τὴν ἔννοιαν καὶ ὁ ἐπιστήμων ἐπέγνωκε καὶ οὐκ ἐᾷ
1.5.13
παραχαράττειν τοὺς μὴ λόγοις τοῖς τεχνικοῖς ἐμβαθύνοντας, πόσῳ μᾶλλον ἐπὶ τῆς
1.5.14
ὑπὲρ ἡμᾶς φύσεως, τῆς ὑπερουσίου οὐσίας, τῆς πάντων αἰτίας τῶν ὄντων, τῆς μὴ
1.5.15
παρά του γινωσκομένης μηδὲ τῶν κατ' αὐτήν τι διδούσης εἰς μικρὰν ἐκείνης
1.5.16
κατάληψιν, τῆς ὑπεραιρομένης πάσης [ὑπερκειμένης] οὐσίας τε καὶ δυνά μεως, ἐξ ἧς
1.5.17
ἅπαν ὂν καὶ ἔστι καὶ ζωοῦται καὶ ἀγαθύνεται καὶ διαμένει περικρατούμενον, ἀρρήτῳ
1.5.18
δυνάμει τῆς ὀντο ποιοῦ συνεχόμενον φύσεως; πόσον γοῦν ἐπὶ τῆς ἀρρήτου ταύτης
1.5.19
οὐσίας χρεὼν παρατηρεῖν τὰ ὀνόματα, ἅπερ ὁ πρω τουργὸς τῆς τούτων
1.5.20
ἀποκαλύψεως ἔθετο, καὶ λέγειν μὲν ἐκπορεύεσθαι τὸ πνεῦμα ἐφ' οἷς εἰρήκει τὸ
1.5.21
ἐκπορεύεσθαι, καὶ πέμπεσθαι πάλιν ἐφ' οἷς τὸ πέμπεσθαι ἔλεξε. τίς γὰρ οἶδε νοῦν
1.5.22
κυρίου; τίς εἰς τὰ βάθη παρέκυψε τὰ τοῦ πνεύ ματος; ἔφη Χριστὸς τὸ πνεῦμα παρὰ
1.5.23
τοῦ πατρὸς ἐκπορεύεσ θαι, καὶ οὐκ ἄν τις τῶν εὐσεβεῖν ᾑρημένων παραχαράξειε τὴν
1.5.24
φωνήν. ἔφη πάλιν οὗτος ἐκπέμπειν αὐτό, καὶ μενέτω οὕτως τὸ ὄνομα. ἢ τίς ὁ λόγος
1.5.25
ἐκεῖνο μὲν φυλάττειν ἀπαραποίητον, τοῦτο δὲ ἐπάγειν εἰς ἕτερον; καίτοι γε οὐχ
1.5.26
ἁπλῶς ὄντος τοῦ πράγματος οὐδὲ τῶν ἀκινδύνων, ἀλλὰ καὶ τῶν λίαν
1.5.27
ἐπικινδυνοτάτων καὶ πολὺν παρεχομένων τὸν ὄλεθρον.
1.6.1
Ἐπέλθωμεν καὶ τὰ τῶν θεοφόρων συντάγματα καὶ διδάγματα. ὅτι μὲν καὶ
1.6.2
οὗτοι περὶ τούτων τοιαύτην ἔσχον τὴν ἔννοιαν, ἐκ τῶνδε δῆλον καθέστηκε· τίς γὰρ
1.6.3
αὐτῶν ἀπεθρα σύνθη ἐκ τοῦ υἱοῦ ἐρεῖν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι; καὶ μὴν
1.6.4
εἶχον εἰπεῖν εἰ τοιοῦτόν τι νενοήκασιν, ἀλλ' εἰς τὴν πέμψιν ἐνέμειναν καὶ τὴν δόσιν
1.6.5
καὶ τὴν χορηγίαν, ἔστιν οὗ καὶ τὴν πρόεσιν. πρόεσις δὲ οὐ ταὐτὸν τοῖς ἐπηβόλοις
1.6.6
τῶν λογίων τῇ ἐκπορεύσει γνωρίζεται, εἴ γε φαμὲν καὶ τὸν υἱὸν προΐεσθαι τοῦ
1.6.7
πατρός, ἀλλ' ἔστι κοινή τις φωνὴ προσδιο ρισμοῦ τινος δεομένη πρὸς τὴν
1.6.8
σαφήνειαν. πρόεισι μὲν γὰρ τοῦ πατρὸς ὁ υἱός, ἀλλὰ γεννητῶς· πρόεισιν αὐτοῦ καὶ
1.6.9
τὸ πνεῦμα, ἀλλ' ἐκπορευτῶς. ὥστε οὐχ ὅπου πρόεσις, γέννησις ἐκεῖ ἢ ἐκπόρευσις.
1.6.10
ταύτῃ δὲ τῇ φωνῇ χρησάμενοι ἐπὶ τοῦ πνεύματος οἱ τῆς ἐκκλησίας φωστῆρες,
1.6.11
καθάπερ ἀμέλει καὶ ταῖς προειρημέναις, οὐ προσδιορισμῷ τινι ἐπεσημήναντο τοῦτο,
1.6.12
ἵνα ἔχοιμεν γνῶναι τὸ νόημα, ὅπερ ἦν δέον, εἰ νενοήκασι· προϊέναι γὰρ ἐκ τοῦ υἱοῦ
1.6.13
ἀλλ' ἐκπορευτῶς εἶχον ἂν εἰπεῖν, εἰ πρὸς τοιοῦτον ἀπένευον τὸν σκοπόν.
1.7.1
Λέγε οὖν καὶ σὺ τὰς τοιαύτας φωνὰς ἀμεταποιήτους παραφυλάττων εἰς
1.7.2
τὴν ἐκφώνησιν. δίδασκε τὸ πνεῦμα παρὰ τοῦ λόγου ἐκπέμπεσθαι· ἐδιδάχθης γὰρ
1.7.3
τοῦτο παρὰ τοῦ κρείττονος. ἑρμήνευε καὶ χορηγεῖσθαι τοῦτο παρ' αὐτοῦ καὶ
1.7.4
δίδοσθαι καὶ ἀποστέλλεσθαι καὶ προΐεσθαι· δεδίδαξαι γὰρ ταῦτα παρὰ μεγίστων
1.7.5
ἐκείνων ἀνδρῶν, ὧν ἡ ἀρετὴ τὸ ἐπίσημον καὶ ὧν τὸ θεοφορούμενον ὡς ἐπίδηλον.
1.7.6
Βασίλειοι ταῦτα θεολογοῦσι καὶ Κύριλλοι καὶ Γρηγόριοι, οἳ οὐδ' ὁπωσοῦν
1.7.7
τετολμήκασιν ἐπὶ τοῦ υἱοῦ διαγράψασθαι τὴν τοῦ πνεύματος ἐκπόρευσιν. καὶ πῶς ἂν
1.7.8
ἡμεῖς ἀπερυθριάστως οὕτως ἐπιπηδήσωμεν τῷ ὀνόματι καὶ κρεῖττον ἢ ἐκείνους
1.7.9
ἑαυτοὺς εἰδέναι ἀπισχυρισώμεθα; ποῦ ποτε εὗρες τοῖς τούτων συγγράμμασι τὸ
1.7.10
πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι; ἀλλὰ πάλιν ἐπάγονται οἱ ῥᾳδίως εὑρισκόμενοί σοι
1.7.11
συλλογισμοὶ καὶ τὸ σαθρὸν τοῦτο τοῦ λόγου σχοινίον, δι' οὗ συνάγεις τὰ ἄτοπα, εἰ γε
1.7.12
ψευδῆ τοῖς εὖ φρονοῦσι τὰ ἄτοπα. πῶς γὰρ οἱ τοσοῦτοί τε καὶ τοιοῦτοι οὐκ ἔγνωσαν
1.7.13
τὸ παρά σου συναγό μενον; ἀλλὰ τὰς μὲν προτάσεις ἐγίνωσκον καὶ ἐδίδασκον, ἅπερ
1.7.14
δὲ ὡς ἑπόμενα φέρεις αὐτὸς εἴτε δὴ συμπεράσματα οὐχ ὅλως εἰς νοῦν ἐδέξαντο· ἃ
1.7.15
γὰρ οὐ νενοήκασι, πῶς ἂν τοῖς διδασκομένοις παρέθεντο; λάβε μοι καὶ αὐτὸς τὰς προ
1.7.16
τάσεις ὡς λόγους, εἰ βούλει, καὶ συμπεράσματα, καὶ μὴ δι' αὐτῶν συμπέραινε ἕτερα
1.7.17
ἀλλότρια τῆς ἀληθείας καὶ ξένα τῆς ἐκκλησίας τοῦ Χριστοῦ.
1.8.1
Τίς ἡ τῆς θεολογίας τέχνη ἢ ἐπιστήμη, ὡς τοῖς κανόσι ταύτης ἑψόμεθα;
1.8.2
ἁπλῆ τίς ἐστι διδασκαλία τὸ ἡμέτερον κήρυγμα. Χριστὸς γὰρ ταύτην ἐδίδαξεν,
1.8.3
ἐπλάτυναν αὐτὴν οἱ ἀπόστολοι, ἐκράτυναν οἱ διδάσκαλοι. πάλιν φιλονεικεῖς
1.8.4
συλλογίζεσθαι, κἀγώ σοι τὸν λόγον ἁπλοῦν ἀντιτίθημι. σὺ συμπεραίνεις μοι τὰ
1.8.5
ψευδῆ, κἀγώ σοι προτείνω τὰ ἀληθῆ. συνάγεις μοι ἐκ τῶν προτάσεων καὶ ἐκ τοῦ
1.8.6
υἱοῦ, ἐγώ σοι τὸ ἐκ τοῦ πατρὸς ἀποφαίνομαι. τοῦτο μὲν Χριστοῦ, ἐκεῖνο δ' οὐκ οἶδα
1.8.7
τίνος· τοῦτο τῆς αὐτοσοφίας τὸ δίδαγμα, ἐκεῖνο πλάσμα διανοίας οὐχ ὑγιοῦς,
1.8.8
τεχναζομένης εἰς τὰ ὑπερέκεινα τεχνῶν καὶ ἐπιστημῶν· τοῦτο Χριστὸς διδάσκει, καὶ
1.8.9
τῷ λόγῳ πεπίστευκα, ἐκεῖνο προφέρεις σύ, καὶ οὐκέτι πειθόμενον ἔχεις με. τίς ἡ
1.8.10
τοσαύτη καινοτομία τῶν λόγων; τίς ἡ τοσαύτη περὶ τοὺς θείους τῶν λόγων
1.8.11
ἀδολεσχία, ὡς μὴ θέλειν ἐν ἄλλοις ἀσχολεῖσθαι καὶ ἐπιδείκνυσθαι, ἀλλ' ἐν τοῖς
1.8.12
θείοις φιλονεικεῖν ἐναβρύνεσθαι; Ἀθηναίων οὐδὲν ἦν ἢ λέγειν τι καὶ ἀκούειν
1.8.13
καινότερον, καὶ τῶν νέων θεολόγων μεταποιεῖν τὰ τῆς ἀληθείας διδάγματα.
1.9.1
Εἰ δὲ εἰς δουλείαν ἄγεις τὴν ἐκ τῆς πέμψεως πρόοδον ἢ τὴν δόσιν ἢ τὴν
1.9.2
χορηγίαν ἢ τὴν πρόεσιν καὶ πάλιν θεολογεῖς ἢ φιλοσοφεῖς τὸ φύσει ἢ μὴ φύσει καὶ
1.9.3
τὸ κατ' ἐξουσίαν ἢ κατὰ τὴν συνάφειαν καὶ ἢ οἴκοθεν ἢ ἔξωθεν καὶ ὅσα τοῦ
1.9.4
τεχνυδρίου τοῦ ἀνθρωπίνου, ἀδολεσχεῖν σε ἐάσω ταῖς τοιαύταις πλημ μελῶς
1.9.5
προσφερομέναις ἐρεσχελίαις καὶ μιᾷ τῇ λύσει ἀνατρέψω τὰς ἐντέχνους σοι
1.9.6
διαιρέσεις ἢ ὑποδιαιρέσεις ἢ ἐπιδιαιρέσεις καὶ τὸ τῶν ἑπομένων ἀναγκαίων ταῖς
1.9.7
ἀντιθέσεσιν. ἐπὶ τῆς τοῦ θεοῦ φύσεως καὶ τῆς αὐτοῦ διαιρέσεως καὶ ἑνώσεως καὶ
1.9.8
νοῦς ἀσθενεῖ, ἐν ᾧ τοὺς ὅρους γινώσκομεν, καὶ διάνοια ἀπηγόρευκε, δι' ἧς τὰς
1.9.9
ἐπιστήμας εὑρήκαμεν ἢ ἐσχήκαμεν· καὶ δόξα πῶς ἂν σχοίη χώραν τῶν πρὸ αὐτῆς
1.9.10
ἀμαυρουμένων καὶ ἀπηυδηκότων τὴν νόησιν; ἄνθρωποι τὰς τέχνας εὑρή καμεν καὶ
1.9.11
τὴν φύσιν κατεξετάσαντες φυσικῶς τοὺς λόγους προάγομεν, καὶ τέχνῃ τὰς τῆς
1.9.12
φύσεως ἀκολουθίας ἐγνώ καμεν. ἐπὶ δὲ τοῖς ὑπερφυέσι τίς ὁ τεχνικὸς λόγος; ποῖος ὁ
1.9.13
ἐπιστημονικὸς νοῦς; ἡλίκος ὁ ὑπερέκεινα, ὥστε νοῆσαί τι καὶ ἀποφήνασθαι, ὅπου
1.9.14
ἐπιμύει τὰ πολυόμματα, ὅπου ἐπι φρίττει τὰ χερουβίμ, ὅπου σιγῶσι δυνάμεις πᾶσαι
1.9.15
καὶ ἄγγελοι, ἐν μόνον εἰδότες ᾆσμα τοῦ τρισαγίου τὴν αἴνεσιν, ἀπεριέρ γως καὶ
1.9.16
ταύτην καὶ τῶν τεχνικῶν λεξειδίων ὑπερανῳκισμένην ἐν τῇ ἁπλότητι; ἔδει γὰρ τοῖς
1.9.17
ἁπλοῖς ἢ τῷ ἁπλῷ ἢ καὶ ὑπὲρ αὐτὸ τὸ ἁπλοῦν ἁπλᾶς γενέσθαι καὶ τὰς ᾠδάς. τί γοῦν
1.9.18
ἡμεῖς οἱ σύνθετοι καὶ πολλοῖς συνεστηκότες τοῖς κρά μασιν οὐ τοὺς ἁπλοῦς
1.9.19
ζηλοῦμεν λόγους ταῖς περὶ τὸ θεῖον ὑπολήψεσι καὶ κατ' αὐτὸ τὰς φωνὰς συνάγομεν,
1.9.20
ἵνα καὶ συναχθῶμεν ὑπὸ τῆς μιᾶς δημιουργικῆς πανταρχίας εἰς ἕν, μίαν συμφωνίαν
1.9.21
συμπλέξαντες ἀνθρωπίνην, ὡς τῆς ἀγγε λικῆς συμμετάσχοιμεν; ἀρκεσθησόμεθα τοῖς
1.9.22
ἐνταῦθα παρὰ Χριστοῦ καὶ τῶν τοῦ Χριστοῦ δεδιδαγμένοις ἡμῖν· εἰ δέ τι εἴη καὶ
1.9.23
κρυφιωδέστερον, ἐκεῖ ταμιεύσωμεν ἑαυτοῖς. ἢ τί γὰρ ἂν ἄλλο τῆς ἐκεῖθεν εἶναι
1.9.24
δοίημεν βιοτῆς, εἰ πάντα ἐνταῦθα τὰ τοῦ θεοῦ γνοίημεν; ἢ πῶς εἰδείημεν ἂν καὶ
1.9.25
σάρκες ὄντες καὶ ὕλης μετέχοντες, εἰ πάντων τῶν θείων ἐφικέσθαι σπουδάσαιμεν;
1.10.1
Εἴπερ ἦν ἀληθὲς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, οὐκ
1.10.2
ὤκνησαν οἱ διδάσκαλοι ταῖς ἑαυτῶν συγγραφαῖς ἐνσημήνασθαι· οὐδὲ γὰρ ἔχω
1.10.3
λέγειν· ἐφθόνησαν. ἀλλ' ἐκεῖνοι μὲν ἐσιώπησαν, δειλίαν ἐπαινουμένην ἐν ἑαυτοῖς
1.10.4
δειλιάσαντες, σὺ δὲ οἷος ὢν ἀποθρασύνῃ τὴν προ φοράν; καὶ Χριστὸς μὲν οὐκ
1.10.5
εἴρηκεν· οἴομαι γάρ, ὡς οὐκ ἦν. πῶς γάρ, ἂν ὄν, οὐκ ἐδίδαξεν, οἷς τὴν πᾶσαν θεο
1.10.6
λογίαν ἐτράνωσε; καὶ μετ' αὐτὸν οὐδεὶς τῶν διδασκάλων εἰπεῖν ἀπετόλμησε, σὺ δὲ ὁ
1.10.7
ταῦτα λέγων τίς ὢν τυγχάνεις εἰς πίστωσιν; οὐκ ἔστιν ἡ πέμψις καὶ ἡ δόσις καὶ ἡ
1.10.8
χορηγία καὶ ἡ πρόοδος τῇ ἐκπορεύσει ταὐτά· εἰ γὰρ ἦσαν ταὐτά, οὐκ ἂν τούτοις
1.10.9
χρώμενοι ἐν τοῖς ἁπανταχοῦ λόγοις τὴν ἐκπόρευσιν ηὐλαβήθησαν· οὐδὲ γὰρ ἤθελον
1.10.10
μὴ συνᾴδειν Χριστῷ. ἐμμένειν γοῦν χρεὼν τοῖς ῥήμασι τοῦ Χριστοῦ καὶ τοῖς μετὰ
1.10.11
τοῦτον διδάγμασιν. ἀλλὰ Παῦλον ἔχεις συνη γοροῦντά σοι, πνεῦμα Χριστοῦ καὶ
1.10.12
πνεῦμα τῆς ἀληθείας διδάσκοντα. καὶ τίς οὐ λέγει τὸ πνεῦμα εἶναι Χριστοῦ εἴτουν
1.10.13
υἱοῦ; ἀλλότριος τῆς ἐκκλησίας Χριστοῦ ὁ ταῦτα μὴ συμφθεγγόμενος. ἐκπορεύεσθαι
1.10.14
δὲ καὶ ἐξ υἱοῦ οὔτ' αὐτὸς ὁ υἱὸς ὁ τὰ τοῦ πατρὸς καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πνεύ ματος
1.10.15
διδάξας ἀριδηλότατα εἴρηκεν, οὔτε μήν τις τῶν διδασ κάλων ἐθέσπισεν, ὅσα ἡμᾶς·
1.10.16
εἰδέναι, καὶ ὧν τὰς γραφὰς εἰς διδασκαλίαν καὶ ὄνησιν τῶν πολλῶν παρατιθέασιν
1.10.17
ἄν θρωποι. ζητεῖς καὶ αὖθις, ὡς οἶμαι, τοὺς λόγους τῆς ἀποστολῆς, τῆς χορηγίας, τῆς
1.10.18
δόσεως· «εἰ παρὰ τὴν ἐκπόρευσιν ὄντα, τί γε ἄρα εἰσίν; ἀποστολὴ χορηγία καὶ δόσις
1.10.19
ταὐτά εἰσι.» τίς εἶ ὁ ἐξετάζων περὶ θεοῦ; αὐτὸς εἰρήκει περὶ ἑαυτοῦ, καὶ κατάμενε
1.10.20
τοῖς αὐτοῖς καὶ τοὺς λόγους κατάτριβε καὶ αὐτὸς καὶ τὰ ὀνόματα ἔχε μὴ
1.10.21
παραβλαπτόμενα παρά του τῶν κακῶς παραχαραττόντων καὶ τὴν βασιλικὴν δραχ
1.10.22
μήν, ὑπὲρ ἧς ὁ δεσπότης ἐποιήσατο τὴν σπουδήν, ἵνα εὕρῃ ταύτην συγκεχωσμένην
1.10.23
τοῖς πάθεσι.
1.11.1
Πάλιν ἀδολεσχεῖς, καὶ πάλιν θεολογῶ. λέγε τὰς ῥήσεις καθὼς ἐλέχθησαν
1.11.2
ἢ ἐγράφησαν, καὶ οὐ κινδυνεύσεις περὶ ψυχὴν οὐδὲ φιλονεικήσεις μοι πρὸς λόγων
1.11.3
τρυφήν, εἴ γε τοῖς τοιούτοις τινὲς κακῶς μεμελετήκασιν ἐντρυφᾶν, ἀφορμὴν λόγων
1.11.4
τὴν θεολογίαν ποιούμενοι, ὡς μὴ ὄντων ἄλλων ἐν οἷς ἂν ἐπιδείξαιντο τὸ φιλότιμον.
1.11.5
φύσις ἐστίν, ἀριθμοί, ποσὰ συνεχῆ, ἁρμονία καὶ λόγων παντοίων ἰδέαι, ψυχῆς
1.11.6
γνῶσις, νοὸς κάθαρσις, αἰσθήσεως διαφορά, καὶ τῶν ἔξωθεν ἐν ἑαυταῖς συστολὴ ἢ
1.11.7
ἀναγωγὴ πρὸς τὸν νοῦν. ταῦτα φιλο σοφητέον ἡμῖν, περὶ δὲ θεοῦ πάμπαν
1.11.8
εὐλαβητέον. ἀπη ναισχυντήκασι μὲν ἔνιοι τῶν θεολογεῖν βεβουλημένων ἐν
1.11.9
ἐννοίαις, ἐν λέξεσιν, ἀλλ' ἐξωστρακίσθησαν, ἀλλ' ἀπερρίφη σαν, ἀλλ' ὡς σεσηπότα
1.11.10
μέλη τῆς ἐκκλησίας τῆς κεφαλῆς ἀπεκόπησαν, καὶ νῦν εἰσιν ἐλεεινοὶ τοῦ θράσους
1.11.11
καὶ κατα γελώμενοι καὶ θρηνούμενοι. μὴ τοιαύτης μερίδος φανείημεν καὶ ἡμεῖς.
1.11.12
ἐγκαρτερήσωμεν τοῖς δεδιδαγμένοις παρὰ Χρι στοῦ, παρὰ τῶν ἀποστόλων, παρὰ τῶν
1.11.13
ἐς ὕστερον διδασκά λων, τῶν θεοφόρων ἀνδρῶν· ταῖς λέξεσιν ἐκείνων εἰς τὴν
1.11.14
ἡμετέραν χρησώμεθα προφοράν, τὰς αὐτὰς ἐννοίας προβά λωμεν εἰς διδάγματα, μὴ
1.11.15
ἀφορμὴν ἀπωλείας τὴν τῆς σωτη ρίας ἡμῶν ἐλπίδα ὁ κοινὸς προσλάβῃ ἐχθρὸς καί,
1.11.16
ὅθεν ἡ μῖν τὸ σώζεσθαι, ἐκεῖθεν γένηται ἡ φθορά. δεινός ἐστιν ὁ ἀντίπαλος, καὶ εἰ
1.11.17
τοῖς ἀριστεροῖς ἀποκάμοι, ἐπιβάλλει τοῖς δεξιοῖς, καὶ τὸν ζῆλον προφέρει καὶ τάχα
1.11.18
μεταχειρίζεται τὴν ἀλήθειαν. κιρνᾷ κρατῆρα μέλιτος πλήρη, καὶ δηλητηρίου μεστὸς
1.11.19
τοῖς εὖ φρονοῦσι γινώσκεται· σαίνει τῷ φαινομένῳ καὶ δάκνει τῷ κρυπτομένῳ.
1.11.20
σφραγὶς ἡμῖν ἐγεγόνει πᾶσι τοῖς εἰς Χριστὸν πεπιστευκόσι κοινή. ταύτῃ τῇ σφραγῖδι
1.11.21
πάντες ἐνσημαινώμεθα, καὶ τάχα παραδράμῃ ἡμᾶς ὁ ὀλο θρεύων διάβολος. ποίμνη
1.11.22
ἐσμὲν τοῦ Χριστοῦ, τοῦ καλοῦ ποιμένος καὶ ἀρχιποιμένος· φυλάττωμεν ἡμῶν τὴν
1.11.23
σφρα γῖδα ἀπαρεγχείρητον, μὴ λάθωμεν τῷ κλέπτῃ σεσυλημένοι καὶ τῷ δεσπότη μὴ
1.11.24
γινωσκόμενοι. αἱρέσεις οὐκ ὀλίγαι κατὰ καιροὺς ἀνεφάνησαν, καθάπερ ζιζάνια τὸν
1.11.25
καθαρὸν σῖτον μολῦναι θέλουσαι τοῦ Χριστοῦ, ἀλλὰ λόγοις ἀληθείας ἐξ
1.11.26
ερριζώθησαν. οὐδὲν δὲ τὴν σφραγῖδα τοῖς διὰ ταῦτα λόγοις παρεποιήσαντο οἱ
1.11.27
διδάσκαλοι, ἀλλ' ἠρκέσθησαν καὶ μόνον ἀποβαλεῖν τὸ ἀλλότριον· ἡ δὲ σφραγὶς
1.11.28
ἐτηρήθη ὡς ἔσχε φύσεως ἐξ ἀρχῆς. ὃ γὰρ ἐκ δευτέρου πολλοῖς κανόσι καὶ ἀρίστως
1.11.29
ἠκριβωμένοις πεπλήρωται, τούτου τὴν τελείωσιν ὡς μηδενὸς προσδεομένην
1.11.30
ἐθέσπισαν· ἀλλ' ὤρθουν μὲν τὸ σφαλλόμενον, τὸ δὲ καλῶς ἐγκείμενον ἐτήρουν
1.11.31
πάμπαν ἀλώ βητον. εἰ γοῦν θέλεις πρόβατον Χριστοῦ καὶ εἶναι καὶ πᾶσι τοῖς ὁρῶσι
1.11.32
γινώσκεσθαι, φέρε τὴν σφραγῖδα καθὰ τῷ εἴδει τῆς εὐσεβείας μεμόρφωται, καὶ μὴ
1.11.33
κίβδηλον ἔχῃς παρα ποιήσας σου πρὸς τὸ βούλημα, μή ποτέ σοι ὁ κύριος ἐν τυχών, ὁ
1.11.34
λέγων γινώσκειν τὰ αὐτοῦ καὶ ὑπὸ τῶν ἐκείνου γινώσκεσθαι, «οὐκ οἶδά σε» δικαίως
1.11.35
ἐρεῖ .
1.12.1
Ἀλλ' ἐπὶ γλώττης αἱ εἰκόνες καὶ ἐξ ὑπογυίου τὰ παρα δείγματα, ῥίζα καὶ
1.12.2
κλάδος καὶ ὁ καρπὸς καὶ ὁ ἥλιος καὶ ἀκτὶς καὶ ἀπαύγασμα· τὸ γὰρ τῆς πηγῆς σιωπῶ,
1.12.3
ἀξύμφυλον ὂν εἰς παράληψιν. ἐγώ σου τοὺς λόγους διαλύσω τῶν παραδειγμάτων, εἰ
1.12.4
μόνον ἐθέλεις ἀφιλονείκως ἐπαΐειν τῶν λεγομένων μοι. καρπὸς τὸ πνεῦμα κατὰ τὰς
1.12.5
ὑποθέσεις σου πέφυκε, καὶ ἐν ἑτέροις πάλιν ἀπαύγασμα. ἀλλ' ἡ ἑτερότης πολλὴ καὶ
1.12.6
οὐχ ἁπλοῦν τὸ διάφορον. ἵνα τί γοῦν μὴ τὸν καρπὸν ἐκ τοῦ κλάδου καὶ τὸ
1.12.7
ἀπαύγασμα ἐξ ἀκτῖνος ὁ σοφὸς τὰ πάντα καὶ τὰ ἑαυτοῦ εἰδὼς ἄριστα ἀπεφήνατο,
1.12.8
ἀλλ' ἐκ τῆς ῥίζης καὶ ἐξ ἡλίου; μήποτε οὖν καὶ ἄμφω κλάδοι καὶ ἄμφω καρποὶ ἢ καὶ
1.12.9
ἀκτῖνες καὶ ἀπαυγάσματα ἐν ἀλλήλοις ἡνωμένα καὶ ἀνακεκραμένα ἀρρήτοις λόγοις,
1.12.10
μὴ παραποιοῦντα τὰ ἰδιώματα. πῶς δὲ καὶ ἕξει χώραν ἐν ἀσχηματίστοις, ἐν
1.12.11
ἀναφέσιν, ἐν πᾶσιν ἀπηλλαγμένοις αἰσθητι κῆς ἀντιλήψεως καὶ ἐμφάσεως τὰ τόπῳ
1.12.12
καὶ διαστάσει περι γραφόμενα; βούλομαι καὶ αὐτὸς τρεῖς ταῦτα λέγειν ἡλίους, ἐξ
1.12.13
ἑνὸς τῶν δύο ἐχόντων τὴν ὕπαρξιν, ἀλλὰ θροεῖ με διο ρισμὸς καὶ περιγραφὴ καὶ τὸ
1.12.14
μὴ πάντα ἐν ἀλλήλοις ταῦτα γνωρίζεσθαι. θράττει με καὶ ἡ ῥίζα καὶ ὁ κλάδος καὶ ὁ
1.12.15
καρπός, εἰ ἐν ὑποστάσει μιᾷ μέρη ταὐτά εἰσιν, ἐξ ὧν τὸ ὅλον συνέστηκεν. ἀλλὰ καὶ ὁ
1.12.16
ἥλιος ἄτομον, καὶ πῶς ἡ τρισυπόστατος φύσις ἐν ἑνὶ ἀτόμῳ εἰκονισθήσεται, μέρεσι
1.12.17
σπαραττομένη καὶ διαιρουμένη, ὧν ἕκαστον τῇ τοῦ ὅλου φύσει οὔτε συνέστηκεν
1.12.18
οὔτε ὠνόμασται; θεὸς δὲ ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον· ἐξ ἑνὸς τὰ
1.12.19
δύο ὡς αἰτίου αἰτιατά, τὸ μὲν γεννητῶς, τὸ δ' ἐκπορευτῶς, καὶ ἀλλήλοις
1.12.20
συμπεφυκότα καὶ ἀεὶ συνόντα ὡς ὁμοούσια. εἰ δ' ὁμοούσια, πάντως καὶ ὁμοδύναμα,
1.12.21
μὴ τῆς τοῦ αἰτίου οὐσίας ὁπωσοῦν εἴτουν ἐνεργείας εἴτε δυνάμεως ὑφιέμενα. εἰ δ'
1.12.22
ἔστι καὶ ἑτέρα ἰδιότης ἀμφοῖν, ὡς τὸ μὲν ἐξ ἑκατέρου δίδοσθαι ἢ ἀποστέλλεσθαι ἢ
1.12.23
χορηγεῖσθαι ἢ ὁπωσοῦν ἄλλως ἐθέλεις καλεῖν, τὸ τῆς ἐκπορεύσεως μόνον
1.12.24
εὐλαβούμενος ὄνομα ὡς ἀρχὴν παραδηλοῦν οὐσιώσεως, ἑκάτερον δὲ ἐξ ἑκατέρου,
1.12.25
οὐκέτι γε καὶ διὰ ταῦτα ἐπιφέρεις μοι σὺ τὴν ἐκπόρευσιν ὡς ἐξ ἀνάγκης ἑπομένην,
1.12.26
ἵνα συσταλῶσι τὰ ἰδιώματα. τίς εἶ ὁ ταῦτα φιλοκρινῶν; εἰ μὲν οἶδας τὸν τῆς
1.12.27
ἐκπορεύσεως λόγον, τίνι τῆς γεννήσεως διενήνοχε, τότε ἂν γνοίης τὸν τῆς
1.12.28
ἀποστολῆς καὶ τῆς χορηγίας, τίνι δια φέρει τῆς ἐκπορεύσεως· ἀλλὰ μὴν οὐκ ἐκεῖνο,
1.12.29
καὶ τοῦτο ἄρα οὐδ' ὅλως. ἔμμενε ταῖς κειμέναις τῶν συλλαβῶν, καθὼς πολλάκις σοι
1.12.30
εἴρηκα, ἔχου τῶν δεδογμένων ὡς ἀλη θῶν, μή σοι κεραία τῶν λογίων
1.12.31
παραθραυσάτω. εἰ γὰρ ἐπὶ τῶν ἐνταλμάτων Χριστοῦ εὐφορητὸς ἐν τοῖς τοιούτοις ὁ
1.12.32
κίνδυνος, ἐπὶ τοῖς θεολογίας ὀνόμασιν ὁπόσον οὗτος ὀλεθριωτέρος.
1.13.1
Ἐρῶ σοι λόγον οὐ φλαῦρον, μόνον ὑπόθες μοι οὖς καὶ μὴ ζυγομαχήσῃς
1.13.2
εἰς τὴν ἀλήθειαν. εἰ καὶ ἐκ τοῦ υἱοῦ ἦν τὸ πνεῦμα ἐκπορευτόν, οὐκ ἂν τὸ τοιοῦτον
1.13.3
σιωπήσας ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐδογμάτισεν. εἰ γὰρ ἐκ τοῦ υἱοῦ, πάντως καὶ ἐκ τοῦ
1.13.4
πατρός· ἐκ τοῦ πατρὸς γὰρ ὁ υἱὸς καὶ πάντα τὰ τοῦ υἱοῦ· οὐ μήν, εἰ ἐκ τοῦ πατρός, καὶ
1.13.5
ἐκ τοῦ υἱοῦ ὡς ἐξ ἀνάγκης ἂν εἴη ἑπόμενον. ἔδει γοῦν τὸ πρῶτον ἐρεῖν, ἵν'
1.13.6
ἀκολουθήσῃ τὸ δεύτερον· τὸ δὲ δεύτερον εἰρηκὼς οὐκέτι φέρει τὸ πρῶτον. ὅτου
1.13.7
γοῦν χάριν παρέλειψε τὸ ἀμφί βολον, δεδιδαχὼς τὸ παρὰ πᾶσιν ὁμολογούμενον;
1.13.8
ἔμοι γε δοκεῖν, ἵνα τοιαύτης ἐννοίας ἀπαλλάξειε τοὺς μέλλοντας τὸ κήρυγμα
1.13.9
δέχεσθαι, ὡς ἂν ἔχοιεν φρονεῖν καὶ λέγειν ἐκ τοῦ πατρὸς τὸ ἅγιον πνεῦμα
1.13.10
ἐκπορεύεσθαι, ἐνεῖναι δὲ ἢ συνεῖναι υἱῷ καὶ τὴν ἀποστολὴν καὶ τὴν χορηγίαν ἢ καὶ
1.13.11
τὴν δόσιν λαμβάνειν ἐκ τούτου, τὴν κατ' εὐδοκίαν λέγω σύμπνοιαν καὶ ὁμόνοιαν.
1.14.1
Βιάζεις γοῦν με ῥῆσιν εἰπεῖν, ἣν Χριστὸς οὐκ ἐδίδαξεν, ἀπόστολος οὐ
1.14.2
παρέδωκε, διδάσκαλος οὐ παρέθετο. ὀκνῶ τὸν λόγον, μάλιστα δέ γε πεφόβημαι, μὴ
1.14.3
θέλων θρασέως θεολογεῖν οὐ μόνον φωτὸς ἐκπέσοιμι τοῦ θεοῦ, ἀλλὰ καὶ εἰς σκότος
1.14.4
ῥιφῶ τὸ ἐξώτερον. οὐ βούλομαι θεολόγος τολ μηρὸς ὀνομάζεσθαι, ἐξὸν δειλίᾳ με
1.14.5
σώζεσθαι· οὐ δέχομαι κακῶς ἀνδρίζεσθαί με καὶ πίπτειν, ἐξόν με διατηρεῖσθαι
1.14.6
συστολαῖς ἄτρωτον. ἔχε σὺ τὸ θράσος κἀγὼ τὴν δειλίαν· καλὸν τοῖς τοιούτοις
1.14.7
δειλιᾶν μᾶλλον ἤ γε θρασύνεσθαι. Ἴκαρον καὶ μῦθος κηρίνοις τοῖς πτίλοις
1.14.8
ἀεροπορῆσαι ἀπο θαρσήσαντα οὐ διέσωσεν, ἀλλ' εἰς πέλαγος ἔρριψε τοῦ κηρὸς
1.14.9
τακέντος ἀκτῖσιν ἡλιακαῖς. ἆρ' οὖν πείθομεν ὑμᾶς τοῖς τοιούτοις λόγοις, καὶ
1.14.10
πάσχοιτε καὶ ὑμεῖς τὸ τῆς δειλίας ταύτης πάθος, ἣν καὶ κρείττους ὑμῶν πολλοὶ
1.14.11
δεδειλιάκασιν, ἥτις καὶ σώζει καὶ οὐκ ἀπόλλυσι; καὶ γὰρ πραγματεύσασθαι τὴν
1.14.12
σωτηρίαν ἀκαμάτως ἐξόν, τί τοῖς κινδύνοις αὐθαιρέτως ἐμπίπτομεν; δέον
1.14.13
συστεφανοῦσθαι τοῖς προαγωνισαμένοις ἡμῶν πόνων ἄτερ καὶ λόγων μακρῶν, τί
1.14.14
ἀδήλοις πράγμασιν ἐπιρρίπτομεν ἑαυτούς; μὴ κόραις ἀκορέστως ἐχούσαις τῶν τοῦ
1.14.15
ἡλίου ἀμαρυγμάτων ἐπεντρανίσαις αὐτοῖς, μή ποτε τὸ τῶν ὀφθαλμῶν ἀποβάλῃς
1.14.16
φῶς τῇ τῶν ἀκτίνων λαμπρότητι· διὰ παραπετασμάτων ἢ ἐν ἀέρι αὐτὸ
1.14.17
καταλάμβανε, καὶ ἔχεις μετὰ τῆς ὠφελείας τὴν ἡδονήν. μὴ εἰς πέλαγος ἄπειρον
1.14.18
κυβιστᾶν ἐθελήσῃς· ἀρκέσθητι ποταμοῖς ἢ καὶ λίμναις εὐπεριγράπτοις τὴν τέχνην
1.14.19
τοῦ κολυμβᾶν ἐπιδείξασθαι. 1. 15 Δεῦτε οὖν στῶμεν ἅμα εἰς οἶκον κυρίου, καὶ ᾆσμα
1.14.20
ᾄσωμεν οὐ καινόν– τοῦτο γὰρ παρῳδήσω τῶν τοῦ Δαβίδ·– παλαιὸν γάρ, εἰ καὶ τῆς
1.14.21
νέας διαθήκης καὶ κρείττονος. πάλαι γὰρ τοῦτο παρὰ Χριστοῦ δεδιδαγμένοι οἱ τὴν
1.14.22
κρείττω σοφίαν μετέωροι τοῖς εὐσεβεῖν ᾑρημένοις παρέθεντο, ἀπαρά θραυστον
1.14.23
φυλάττειν ἐγκελευσάμενοι. δεξώμεθα τὴν αὐτῶν προσταγὴν ὡς τῆς ψυχῆς
1.14.24
φυλακήν, ἀσπασώμεθα τὰ ἐκείνων διδάγματα ὡς πρὸς σωτηρίαν συντάγματα, καὶ
1.14.25
ᾄσωμεν τοῦτο δὴ τὸ ᾆσμα ἐπὶ τὸ αὐτὸ συνδραμόντες, εἰς μίαν συμφωνίαν ἡμᾶς
1.14.26
συναγαγόντος τοῦ πνεύματος, τοῦ ἐκπορευομένου μὲν παρὰ πατρός, ἀναπαυομένου
1.14.27
δὲ ἐν υἱῷ ἢ συνόντος υἱῷ, παρ' αὐτοῦ δὲ καὶ ἀποστελλομένου καὶ διδομένου καὶ ὅσα
1.14.28
τοιαῦτα, καθὼς τὰ τρία οἴδασι καὶ τὸ ἕν, ὧν τοὺς ἀριδη λοτέρους τῶν λόγων
1.14.29
ἀποκεκρύφασι· καὶ ἀλαλάξωμεν ἅπαντες ἐν μιᾷ φωνῇ τὸ κοινὸν τοῦτο τῆς ἡμετέρας
1.14.30
πίστεως σύμ βολον, τὴν καλὴν ἡμῶν παρακαταθήκην τῆς εὐσεβείας, ἣν ἀκεραίαν
1.14.31
φυλάξαιμεν, καὶ δοξάσαιμεν τὴν μίαν θεότητα καὶ βασιλείαν, ᾗ πρέπει δόξα κράτος
1.14.32
τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. ἀμήν.
1.14.33
2. t Λόγος δεύτερος περὶ τῆς ἐκ πατρὸς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως.

Intertext edge

Open linked passage

Note