Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 10 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Τοιαῦτα ἐκείνου τὰ ἀγωνίσματα, τοιαῦτα ἐκείνου τὰ κατορθώματα. ταῦτα Ῥωμαίους πείθει θρηνεῖν, ταῦτα στέ νειν βιάζει καὶ κρουνηδὸν τῶν ὀφθαλμῶν ἐκπέμπειν τὰ δάκρυα, τῶν προτέρων μὲν μεμνημένων δυσπραγημάτων καὶ ὧν τὴν πεῖραν οὐκ ἄν τις οὕτως ἤλπισεν ἐκφυγεῖν, ἐν ὑστέροις δὲ τῶν λαμπρῶν καὶ περιβοήτων ἀριστευμάτων, ἐξ ὧν ἡμῖν τὰ τῆς εὐπραγίας καὶ ὁ μέγας οὗτος εὐδαιμονισ μὸς ἐπεισήρρηκε καὶ τὸ ἐν γλώσσῃ ἁπάντων κεῖσθαι ὡς τῶν ἄλλων ὑπερκειμένους ἐν πλουτισμοῖς, ἐν εὐετηρίαις, ἐν εὐτυ χήμασι, πάντας δὲ ἐχθραίνοντας πεφοβῆσθαι καὶ συνεστάλ θαι συμβέβηκεν, ἀνδρειοτέρους ἁπάντων ἀνθρώπων ἡγημένους εἶναι Ῥωμαίους, ὑπ' ἐκείνῳ τῷ γενναιοτάτῳ καὶ στρατιώτῃ καὶ στρατηγῷ καλῶς ἐκπαιδευθέντας τὰ ἐνυάλια καὶ τὸ μὴ τετρεμαίνειν ἐξησκηκότας ἀντίπαλον, κατὰ ξιφῶν δὲ κυβιστᾶν εἰ δεήσειεν, οὐχ ὑπὲρ τῆς ἑαυτῶν μόνον μαχομένους εἰ τύχοι, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἐφιεμένους τὸ τολμηρότερον.

Intertext edge

Open linked passage

Note