Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 11 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Οὕτω χρέος Ῥωμαίοις τὸν βασιλέα πενθεῖν, οὕτως ὀφειλὴ ἀπαραίτητος τὸν σφῶν δεσπότην ἀπολοφύρεσθαι. ἔδει δὲ κἀμέ, ὦ παρόντες, πάλαι ῥητορεύειν δεδυνημένον καὶ τὴν γλῶτταν ἐν τῷ λέγειν γε τεθηγμένον μὴ τοιούτοις λόγοις δεξιοῦσθαι τὸν αὐτοκράτορα μηδὲ τῶν τοσούτων εὐεργετη μάτων οὕτως ἀμείβεσθαι· οὐ λέγω δὴ τὰς κοινὰς ταύτας καὶ πανδήμους εὐετηρίας ὧν καὶ κοινὴ ἡ ἀπόλαυσις, πόλεών φημι ἀναρρύσεις ἑτέρων τε ἀναστάσεις ἢ ἀνοικοδομήσεις, ἐχθρῶν καταπτώσεις, ἐνίων δὲ καὶ καταδουλώσεις, οὐδὲ τὴν ἁπάντων Ῥωμαίων ἐλευθερίαν καὶ εὐεξίαν, οἷς ἡ τῆς δουλείας νόσος παρὰ τοῖς ἐναντίοις τὸ ἐπονείδιστον, οὐδὲ τὴν τοῦ γένους πλάτυνσιν εἴτε ὕψωσιν ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν· οὐδὲν ἐκ τούτων φημὶ τῶν κοινῶν, ἀλλ' ἤδη ἕτερόν τι καὶ προσφιλέστερον. ἐξ ἐκείνου γὰρ τοὺς λόγους εἰλήφειμεν καὶ ὅπερ νῦν ἐσμεν ἐγεγόνειμεν, τῷ βασιλεῖ ἀνατεθραμμένοι καὶ προστάγμασιν ἐκείνου καὶ ἀναλώμασι πεπαιδευμένοι τὰ λογικά. ἔδει γοῦν ὡς ἔφην μὴ τοιούτοις λόγοις ἀλλ' ἑτέροις σεμνύνειν αὐτόν, εἴτουν οὐ θρηνητη ρίοις ἀλλ' ἐπαινετηρίοις, οὐ γοεραῖς ταῖς φωναῖς ἀλλ' εὐφημούσαις ταῖς λαλιαῖς, οὐδὲ δεδακρυμένοις προσώποις αὐτῷ προσυπαντᾶν, ἀλλὰ φαιδραῖς καὶ γεγανωμέναις ταῖς ὄψεσιν. οὕτως ἡμᾶς ἔδει τοὺς λόγους ποιεῖσθαι καὶ οὕτως ἐκεῖνον ἀμείβεσθαι. ἀλλὰ τούτους μὲν περιεῖλε τῷ τότε μετὰ τῆς συγχύσεως τῶν πραγμάτων καὶ ὁ καιρός· πάλαι γάρ μοι ταῦτα τὴν γλῶτταν ἐπέδησεν, ὅπως δὲ καὶ ὅ, του χάριν λέγειν οὐκ ἔνεστι· τέως οὖν γε ἐπέδησεν. ἀλλὰ νῦν ἡ τοῦ βασιλέως μετάστασις λύει ταύτην κακῶς καὶ διαρρήσσει τοὺς δεσμοὺς δυστυχῶς, καὶ ῥήτωρ ἐγὼ δυστυχέστατος ἐπ' ἀκροαταῖς ὑμῖν βαρυπενθέσι καὶ μελανείμοσι τὴν ἀπαγγε λίαν ἐπεξεργαζόμενος.

Intertext edge

Open linked passage

Note