Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἀλλ' ὢ τί πάθω; πῶς ἂν ἐξειπεῖν δυναίμην τοῦ κατα σχόντος πάθους Ῥωμαίους τὸ μέγεθος; πῶς ἂν λόγῳ παραστή σαιμι τὸ συμβάν; εἰ γὰρ ἑνὸς ἀγαθοῦ στρατιώτου πεσόντος ἢ στρατηγοῦ τὸ σύμπαν ὀλοφύρεται στράτευμα καὶ ἀπο κλαίεται τὸ δυστύχημα, πῶς τοσούτου βασιλέως καὶ τοιούτου τὴν ἀρετὴν τὸ βιοῦν μεταλλάξαντος, οὗ τὰς ἀπείρους νίκας καὶ τὰ κατ' ἐχθρῶν ἀριστεύματα μακραί τινες βίβλοι παρὰ σοφῶν συντιθέμεναι δυσχερὲς ἂν ἦν ἐφερμηνεῦσαι πρὸς τὴν ἀκρίβειαν– πῶς οὖν τοιούτου συνηντηκότος Ῥωμαίοις τοῦ δυσ πραγήματος οὐ πᾶς τις ἀπλέτοις τοῖς κωκυτοῖς ἀποκλαύσεται καὶ βύθιόν τι στενάξει καὶ γοερὸν ἀνοιμώξει καὶ ἐλεεινὸν ὀλολύξειε καὶ δρύψει μὲν τοῖς ὄνυξι παρειάς, ἐκτιλεῖ δὲ τρίχας τῆς κεφαλῆς, τέφραν δὲ αὐτῆς καταπάσειε, καὶ ἱμάτιον σχίσει καὶ σάκκον ἐνδύσεται καὶ σύμπαν πένθιμον ὀλολύξειε; παγκοσμίους μὲν γὰρ συμφορὰς καὶ οἰκουμενικὰ παθήματα καὶ πάγκοινα ὀλοθρεύματα ταῖς ἱστορίαις προσχόντες κατὰ νοῦν ἠρυσάμεθα, σεισμούς τινας γεγενημένους δεινοὺς καὶ τμημάτων γῆς μεγίστων κατερειπώσεις θαλάσσης τε ἐκβρασμοὺς καὶ ἀνθρώπων καταποντώσεις ἐμπρησμούς τε αὖθις σφοδροὺς καὶ ἄστεων μεγίστων ἐκκαύσεις· πολεμεῖ γὰρ ἅπαν στοιχεῖον τὸν ἄνθρωπον καὶ πῦρ καὶ ὕδωρ καὶ ὁ ἀήρ, τῶν φυσικῶν ὁρίων ἐκστάντα καὶ τῆς συνήθους ὑπερβλύσαντα τάξεως· καταδρομαὶ δ' ἀλλοφύλων ἄλλοις γεγόνασι, καὶ ἐπισυμβέβηκε τὸ αἰχμάλωτον ἀνδραποδισμοί τε ἀνδρῶν, καὶ γυναῖκες σὺν ὑπομαζίοις ἦμαρ εἶδον τὸ δούλιον· ὑετῶν δ' αὖθις ῥαγδαίων καταφοραὶ παρά τισι συμβεβήκασιν, ἐξ ὧν τὸ πᾶν κατακλύζεται. δεινὰ μὲν οὖν ταῦτα καὶ ὄντως παγχάλεπα καὶ φυσικοῦ θανάτου βαρυαλ γέστερα· τοῦτον μὲν γὰρ οἶδεν ἡ φύσις καὶ οὐ καινὸν τὸ γινόμενον, ἐκεῖνα δὲ κίνησις στοιχείων ἔπαιξεν ἄτακτος ἢ τύχη δεδραματούργηκεν ἄστατος.