Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 13 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Πολλὰ μὲν οὖν ἐπισυμβαίνει διὰ ταῦτα τοῖς ἀνθρώ ποις ἀνιαρά, τὰ μὲν πλατυκώτερον τὰ δὲ ἰδικώτερόν τε καὶ μερικώτερον· οὐδὲν δὲ τοιοῦτον ἀλγεινὸν ἐπιγίνεται οἷον ἀπολέσθαι ἄνδρα ἡγεμόνα, τὴν ἀρχὴν ἐπιστήμονα, καλὸν τὰ πάντα, τὸ εἶδος τὴν ἰσχὺν τὴν ἀνδρείαν τὴν δικαιοσύνην τὴν φρόνησιν, πρὸς ἐπὶ τούτοις τὴν καλοκαγαθίαν καὶ ἡμερότητα, ἃ πατρὸς λόγον ἐπέχειν τοῖς ὑπὸ χεῖρα τὸν κρατοῦντα ποιεῖ. ἀλλὰ τὰ μὲν τῆς ἀνδρείας ἐκείνου γνω ρίσματα τοῦ στερροῦ καὶ καρτερικοῦ καὶ βεβηκότος ὡς τὸ τετράγωνον, τοῦ ὀξυτέρου πνεύματος ἢ πυρὸς ὁπότε καιρὸς καλοῖ καὶ ἀκμὴ κατεπείγει καιροῦ, κατὰ ταὐτὰ δὲ καὶ τὰ τῆς φρονήσεως σύμβολα, ἣ πασῶν τῶν ἀρετῶν ὑπερτέθειται ἢ μᾶλλον κρεῖττον εἰπεῖν ἣ τὰς ἀρετὰς εἰδοποίησε καὶ ἀρε τὰς εἶναι καὶ ὀνομάζεσθαι πέπεικε, τούτων δὴ πάντων ὡς ἐνὸν ἡμῖν καὶ ὡς ὁ καιρὸς δίδωσιν οἱ χαρακτῆρες καὶ τὰ ἰνδάλματα προκεκέντηνται· ἐπεὶ δὲ καὶ καλοκαγαθίας καὶ ἡμερότητος ἐμνήσθημεν, ἐνταῦθά μοι τοῦ λόγου τὰ δάκρυα προπηδᾷ ἀναλογιζομένῳ τὴν τούτου περὶ τοὺς ἐπταικότας συμπάθειαν, οἶμαι δὲ καὶ πάντες ἐν τούτοις πλέον θρηνήσετε. ἀναπολέσατε καὶ γὰρ κατὰ νοῦν· τέθνηκέ τις καὶ ἐπὶ μεγίσταις αἰτίαις πρὸς τοῦ αὐτοκράτορος ἄνθρω πος; καὶ τοῦτο μὲν ἂν οὖν καὶ ἐπὶ χρόνοις ὀλίγοις τὴν ἀρχὴν ἀνύσαντος περιβόητον, ἐπὶ τούτοις δὲ διαπρέψαντος πόσῳ θαυμαστὸν καὶ ἐξαίσιον. τίς γὰρ ἔγνω παρ' ἐκείνου τινὰ βιαίως τὴν ψυχὴν ἀπορρήξαντα, οὐ λέγω γοῦν ἐπὶ μετρίοις ἢ καὶ μικρὸν μείζοσι πταίσμασιν, ἀλλ' ἐπὶ μεγίσταις ἄγαν ταῖς ὑποθέσεσιν, ἐπὶ χαιρεκάκοις ἄγαν καὶ δολεραῖς ἐπ' ἀνταρσίαις; τὸ δὲ τελευταῖον καὶ πρώτιστον τῶν κακῶν ἐπὶ τυραννίσιν αὐταῖς– ἅμα τε γὰρ ἥλω ὁ τυραννίδα βουλευσά μενος κατ' αὐτοῦ– ὦ δίκη καὶ ἀρετή! ὁ κατὰ τίνος τίς!– κἂν ὁποῖος ἄρα καὶ ἦν ὁ τοῦτο σκαιωρήσας τὸ δολορρά φημα, εἰ μόνον ἤσθιεν ἄρτου καὶ ὕδατος ἔπινεν καὶ τῶν θνητῶν ὠνομάζετο, ἅμα τε γοῦν, ὡς ἔφην, ἥλω καὶ εὐθὺς ἠλέηται, ἢ ῥῖνα ἀποτμηθεὶς ἢ χεῖρα ἀποκοπεὶς ἤ, τὸ μέγι στον, ἐξορυχθεὶς ὀφθαλμούς· ὁ πρῶτος ταῦτα τοῦ δρά ματος, πολλοὶ δὲ τῶν συνιστόρων οὐδ' ἐγίνωσκον τὴν ὀργὴν οὐδὲ τὸν χόλον ὑπέμενον, ἀλλ' εὐθὺς ὑφωρῶντο καὶ ἀπελύοντο. ταῦτα δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις ἐπισυνέβησαν. κἀκεῖνος μὲν οὕτως ἀφίει τοὺς δεινοὺς καὶ παλαμναίους ἀλάστορας τοὺς περὶ αὐτὸν ὀφθέντας κακούς, οὓς εὐηργέτει τὰ μάλιστα καὶ οἷς ἀπει ροπλάσια τὰ δωρήματα, θεὸς δὲ καλῶς τὰς κρίσεις ἐδίκαζεν. ὁ μὲν γὰρ βασιλεὺς ἠλέει, ᾔδει γὰρ σκεπόμενος πρὸς τοῦ κρείττονος, ὁ δὲ ἐμαστίγου καὶ ἔπληττε τὸν μὲν νόσοις ἀνη κέστοις καὶ μακροχρονίοις ταῖς κατακλίσεσι, τὸν δὲ καὶ αἰφνιδίῳ θανάτῳ τὸν πάντα χρόνον ὑγιῶς τοῦ σώματος ἔχοντα, ἄλλον πολλοῖς περὶ μάχην συνόντα μόνον ἀπο χωρήσας καὶ οἷα σκοπὸν φλαύρου ἀνδρὸς ὑποθέμενος ὀϊστεύματι, καὶ ἁπλῶς εἰπεῖν ἅπαντας ἄρδην τῷ τῆς γῆς μυχῷ παραπέπομφεν· οὕτω θεὸς οἶδε διεκδικεῖν τοὺς ἐπ' ἐκείνῳ ἐλπίζοντας, καὶ οὗτοι πρὸς καιρὸν τῶν ἐγκλημάτων τούτους ἀνήσουσι.

Intertext edge

Open linked passage

Note