Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Τὰ δ' ἄλλα τῆς ἱλαρότητος αὐτοῦ καὶ πραότητος ποῖος ἂν καυχήσαιτο ἐξυμνήσασθαι; καὶ Δαυὶδ ὁ πραότατος– ἱλήκοι δὲ οὑτοσί– ὑπ' ἐκείνου ἂν οἶμαι μόνου νενίκηται. ἡμάρ τανε γάρ τις, καὶ μέχρι λόγων ἡ κάκωσις ἢ μετρίων πληγῶν, τὸ δεινότερον. ὑπέμενε δὲ καὶ λόγους τραχυτέρους ἐκ θρα συστομούντων προφερομένους, ὡς ψόφους εἰς ἀέρα διαλυο μένους οἰόμενος, καὶ πράξεις ἀτακτοτέρους διέφερεν, ἀντι σταθμίζεσθαι γνοὺς ὑπὸ θεοῦ τοῖς ἐλεοῦσι τὸν ἔλεον καὶ τῷ φιλανθρώπῳ ἀντιμετρεῖσθαι ἡμῖν τὸ φιλάνθρωπον. ταῦτα ἐκείνου καὶ τὰ τῆς πραότητος σύμβολα, ταῦτα τῆς προση νοῦς καρδίας τεκμήρια, οἷς θεὸς ἐπιγάννυται, οἷς ἐπιχαίρει σύμπαν ὑπήκοον.