Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 15 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Ἔγωγε μὲν, ὦ παρόντες Ῥωμαῖοι οἱ τῷ πάθει συνειλεγμένοι καὶ πρὸς θρηνῳδίας ἑαυτοὺς εὐτρεπίσαντες, ἐκπέ πληγμαι μὲν ὑπὸ τῶν πολλῶν καὶ μεγάλων τοῦ αὐτοκρά τορος ἀγαθῶν καὶ τῆς ἀβύσσου τῶν ἀρετῶν καὶ τοῦ ἀπείρου τῶν ἀριστειῶν χεύματος. ἀδυνατῶ δὲ ὅλως πρὸς περιήγησιν, καὶ βούλομαι μὲν ἐξειπεῖν τι τῶν ἀριστουργημάτων αὐτοῦ καί τι τῆς καλοκαγαθίας συμπλέξασθαι, ἀλλ' ἀπειρία τυγχάνει καὶ ἐν ἀμφοῖν, καὶ ἐν οἷς ἂν ἄλλος εἶχε λέγειν πολλά, ἐν τούτοις ἔγωγε πάσχω τὸ ἄναυδον, καὶ τὸ πολὺ τῆς πλημμύρας τὸ λειψυδρεῖν προξενεῖ, ὡς ἐν τοῖς τῶν ἀγγείων συστόμοις εἴπερ ἄθρουν ὕδωρ ἐπενεχθῇ οὔκουν εὑρίσκει παρείσδυσιν. οὕτω δὴ καὶ ἐπί τισι μεγίσταις συμβαίνει τῶν ὑποθέσεων, αἳ προσυπαντῶσι ποσῷ τε ἀπλέτῳ καὶ ὑπερφυεῖ μεγέθει τοῖς γράφουσι. θαυμάζεται μὲν Τῖτος ὁ καῖσαρ ὅτιπερ ἐν καιρῷ αὐχμοῦ παρόντος ἅπαντος τοῦ στρατεύματος ἀποβὰς τοῦ ἵππου εἰς οὐρανὸν τὰς χεῖρας ἀνέτεινεν «αἰδέσθητι ταύ τας» λέξας «θεέ, αἵτινες οὐκ ἔχυσαν αἷμα ἀνθρώπειον, καὶ πέμψον ὑετὸν ἐπὶ γῆς», καὶ παραυτά φασιν ὗσαι ῥαγδαῖον ἐπὶ σφίσιν αὐτοῖς. ἐπαινεῖται καὶ ὁ τοῦ Ἰσραὴλ Ἰωσὴφ σιτοδότης Αἰγύπτου γενόμενος καὶ προϊδὼν τὸν καιρὸν καὶ καταπραγματευσάμενος τὸν καιρόν. τοῦ δὲ ἡμετέρου βασι λέως τὰς χεῖρας κρειττόνως ἂν οἶμαι τὸ θεῖον ᾐδέσθη. τοῦ γὰρ Τίτου τὴν αὐτοκρατορίαν χρόνος διέγραψε μέτριος, αὐτοῦ δὲ τὴν κραταρχίαν αἰὼν ἐγνώρισεν οὐ σμικρός, ἐν ᾧπερ ἅπαντι οὐ λύθρου αἴτιος ἀνθρωπίνου γεγένηται οὐδὲ βρότον ἔσχεν ἡ γῆ παρὰ τῶν ἐκείνου πεπαλαγμένον χειρῶν. τάχα γοῦν οὐχ ὑετὸν μόνον εἴπερ ἐβούλετο καθείλκυσεν ἐκ νεφῶν, ἀλλὰ καὶ πέτραν διέρρηξε καὶ ὕδατα εὐθὺς διερ ρύησαν καὶ διὰ θαλάσσης ἔβη ὡς διὰ χέρσου στερρᾶς* τὰ Μωσαϊκὰ πληρῶνται στρατεύματα. Ἰωσὴφ δὲ τὴν σιτοδοσίαν ἐμιμήσατο μέν, πλὴν οὐχ οὕτως οὐδ' ἐπ' αἰσχροκερδέσι τοῖς λήμμασι· προῖκα γὰρ τὰ πλείω τοῖς δεομένοις ἀπεχαρίζετο, οἷς καὶ ἐς ἀεὶ τὸν ἔλεον ἐδαψίλευε.

Intertext edge

Open linked passage

Note