Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Πᾶσι μὲν οὖν ἦν ὑπανοίγων σπλάγχνα φιλάνθρωπα, μάλιστα δὲ τοῖς παρειμένοις τὰ ἄρθρα καὶ λελωβημένοις τὰ σώματα, ὧν τὸ δάκρυον λουτρὸν ἂν ἐκείνῳ πάντως ἐγεγόνει καθάρσιον καὶ σμῆξις ῥύπου σωματικοῦ. τί τοῦ Νῶε τὸ θαυμαστὸν καὶ ἐξαίρετον; οὐ τῆς κιβωτοῦ ἡ διάσωσις ἐν παγκοσμίῳ κατακλυσμῷ; τῷδε οὐ κιβωτὸς μείζων καὶ τιμιω τέρα, ἡ πᾶσα Ῥωμαίων χθών, διασεσωσμένη κοσμικοῦ καὶ παμφόρου τοῦ κλύδωνος, καὶ καθαρὰ ζῶα τὰ γνήσια ταύτης γεννήματα κατὰ πλῆθος ὑπεραραμένη τῶν χαλεπῶν, οὐ μὴν ἀλλὰ καὶ ἀκαθάρτων πλήθη τοῖς καθαροῖς συνεισάξασα καὶ καταποντισμοῦ μὲν ἐξοίσουσα τοῦ φαινομένου σαρκικοῦ, τὸ πλέον δὲ καὶ τοῦ νοητοῦ διασώσουσα; οὐχ ὁρᾶτε τὴν ἄπειρον πληθὺν τῶν Σκυθῶν; τούτους καὶ τῆς ἐξ ἐχ θρῶν προσδοκωμένης βλάβης αὐτὸς ἠλευθέρωσε καὶ τῷ λουτρῷ τοῦ βαπτίσματος λύμης τῆς ψυχικῆς ἀπεκάθηρε· καὶ νῦν εἰσι Χριστοῦ πρόβατα, λύκοι ὄντες τὸ πρίν, ὑπὸ Χριστῷ τῷ πρώτῳ ποιμένι καὶ ἀρχιποιμένι πρὸς χλόης τόπον καὶ σωτηρίας καθοδηγούμενοι, καὶ κύνες δὲ ἐν καιρῷ τῶν κινου μένων καθυλακτοῦντες κατὰ τῆς τοῦ δεσπότου κληρονομίας καὶ τῶν θρεμμάτων αὐτῶν. ἆρ' οὐκ ἔστι ταῦτα θαύματος ἄξια; ἆρ' οὐκ ἐγγὺς τῶν Μωσαϊκῶν ἐκείνων σημείων τε καὶ τεράτων, δι' ὧν θεὸς ἐδοξάζετο; τὸ δὲ τῶν Ἰουδαίων πενθήσει τις; οὓς ἔθνος τοσοῦτον καὶ ἀπρὶξ ἐνταλμάτων τῶν παλαιῶν ἀντεχόμενον καὶ τῆς σκιᾶς μεταποιούμενον καὶ τοῦ γράμματος οὕτω ῥᾷον καὶ παρ' ἐλπίδα πᾶσαν πρὸς τὴν χάριν θᾶσσον καὶ τὴν ἀλήθειαν μετηγάγετο, λόγοις κατα πείσας τοὺς ἀτεράσμονας καὶ δώροις καταμαλθάξας τοὺς σκληρογνώμονας, οὐ τῶν ἐτησίων μόνον φόρων πολλῶν ὄντων καταφρονήσας, ἀλλὰ καὶ προσεπιδοὺς πολλαπλασίονας δωρεάς.