Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 17 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ταῦτα εἴπερ τις ἐξυμνεῖν κατὰ μέρος ἐβούλετο, δέκα ἂν αὐτῷ ἐπήρκεσαν γλῶσσαι, ὅσας ἐπηύξατο πλουτῆσαι ὁ ποιητής; ἔγωγε ἂν οἶμαι οὐδ' ἂν ἑκατὸν ἢ τούτων πλείους οὖσαι κατὰ τὴν ἀξίαν εὐφήμησαν. ἀλλὰ ταῦτα μὲν οὕτως, εἰ πρὸς ἐγκώμιον ἐχώρησέ τις τὸ δυσκατόρθωτον, τάχα δὲ καὶ ἀδύνατον. ἐμοὶ δὲ οὐ λόγος εὐφημίας τὸ προβαλλόμενον, θρήνων δὲ πάντως καὶ ὀδυρμῶν· οὐ γὰρ ἐγκωμιάζειν ἀφίγμεθα, ἀλλὰ στενάζειν τοῖς λόγοις συνεληλύθαμεν. ναὶ γοῦν καὶ θρηνητέον ἡμῖν καὶ δακρυτέον τὸν αὐτοκράτορα ἆρ' οὖν, ὦ Ῥωμαίων πληθύς, πάντη καὶ ἐς ἀεὶ [εἰ] δακρύειν θέμις ἡμᾶς καὶ μηδένα χρόνον σχεῖν τοῦ πάθους ἀνακωχήν; μὴ λόγον χαρμονῆς ἐπιβαλεῖν τῇ ψυχῇ μηδ' ἡδονῆς μικράν τινα δρόσον τῇ καρδίᾳ σταλάξασθαι, ἢν πάντων μὲν κόρος ἐστίν, ὡς τῇ ποιήσει καὶ τῇ ἀληθείᾳ δοκεῖ; καὶ εἰ τῶν ἡδέων, πολλῷ γε πλέον τῶν λυπηρῶν. καὶ πῶς ἂν γένοιτο τοῦτο, φαίη τις ἄν, ἢ πῶς ἂν πηλίκης συμφορᾶς φανείημεν ἐπι λήσμονες; εἰ πρὸς τοῦτό γε ἀποροίητε, αὐτὸς ἐγὼ προσεπάγω τὴν λύσιν. αὐτὸς γὰρ ὑμῖν τὸ πάθος παραμυθήσομαι, αὐτὸς τὸ πάθος τῆς συμφορᾶς κουφότερον ἀπεργάσομαι, ψυχαγω γίας πόμα ὑμῖν ἀρτύσας καὶ συγκεράσας πρὸς παρηγόρημα. ἔστι τῇ ποιήσει φάρμακον γινωσκόμενον, ὃ πρὸς Αἰγυπτίας τινὸς γυναικὸς ἡ Τυνδαρὶς Ἑλένη χάριν ἐδέξατο· «τοῦτό» φησιν «εἰ πιών τις τύχῃ ποτέ, οὐκ ἂν εἰς ἦμαρ ἐκεῖνο λύπης κέντρον τὴν καρδίαν αὐτοῦ νύξει, οὐδ' ἂν πατὴρ ἢ μήτηρ ἢ ἀδελφὸς τεθνηκότες κεῖνται πρὸ ὀφθαλμῶν». ὅ, τι μὲν οὖν τὸ τοιοῦτον φάρμακον βούλοιτο, εἰδοίη ἂν Ὅμηρος καὶ οἱ τοῖς ποιήμασιν αὐτοῦ βακχευόμενοι. ἔγωγε, ὦ Ῥωμαῖοι, οὕτω καταποθέντας πάντας εἰδὼς τῷ πελάγει τοῦ ἐπισυμβάντος ὑμῖν ἀνιαροῦ συναντήματος καὶ τῷ τῆς λύπης καταβαπτισ θέντας ἢ καὶ παρασυρέντας ῥεύματι, αὐτὸς ἐξάξαιμι πρὸς ἀναψυχὴν καὶ φάρμακον ὑμῖν ἐκκεράσαιμι οὐκ εἰς ἦμαρ ἐνδεδυνημένον παύειν τῆς θυμαλγίας κατὰ τὴν ῥαψῳδίαν τοὺς πίνοντας, ἀλλὰ καὶ ἐς ἅπαντα χρόνον, ἀλλὰ καὶ ἐς αἰῶνας ὅλους τοὺς ταῖς ἑκάστων συμπαραμετρουμένους βιώσεσι.

Intertext edge

Open linked passage

Note