Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 18 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Τάχ' ἂν ζητεῖτε τὸ φάρμακον καὶ ὅ, τι ἂν εἴη τοῦτο κατὰ νοῦν ἀναστρέφετε; ἔστι δὲ λόγος. τοῖς λογικοῖς μὲν λόγοι τὰ φάρμακα ὡς αἱ βοτάναι τοῖς σώμασιν. ἔστι δὲ οὐ καινὸς οὗτος οὐδ' ὑμῖν ἀγνοούμενος, εἰ καὶ τρόπον ῥηθείη καινότερον. ὑμεῖς μέν, ὦ Ῥωμαῖοι, τεθνάναι ἡγεῖσθε τὸν βασιλέα· ὁ δέ γε οὐκ ἐτεθνήκει, ἀλλὰ καὶ πάλιν μένει βιῶν. μῶν ἀπορεῖτε περὶ τοῦ λόγου καὶ ὅπως ἂν πέφυκε τοῦτο οὐκ ἔχετε ξυμβαλεῖν; ἀληθῶς ὁ βασιλεὺς ἡμῶν ζῇ. οὐ λέγω ζωὴν τὴν τῇ νοερᾷ ψυχῇ σύμφυτον, καθ' ἣν ἅπαντες τεθνη κότες οὐ θνήσκομεν, ἀλλὰ τὴν ἐνταῦθα λέγω ζωὴν τὴν φαινομένην τοῖς ὄμμασιν. ἢ οὐχ ὁρᾶτε τὸν βασιλέα αὐτὸν τὸν υἱὸν ἐκείνου θεώμενοι; οὐκ αὐτὸς ἐκεῖνός ἐστιν οὑτοσί; οὐ χαρακτῆρσι σωματικοῖς, οὐκ ἰδιώμασι ψυχικοῖς ἐκείνῳ ἄντικρυς ἀφωμοίωται; οὐκ ἔμψυχος ἐκείνου εἰκών, οὐ φύσεως ἀγαλματούργημα τῆς αὐτῆς; οὐ τῷ πατρὶ συνῆρχεν ἐκ γενετῆς, οὐκ ἐπὶ τῶν αὐτῶν οἰάκων συνῆν τῷ τῆς ὁλκάδος κυβερνήτῃ τῆς κοσμικῆς, οὐ τῶν ἡνιῶν συναντε λαμβάνετο τοῦ οἰκουμενικοῦ δίφρου καὶ τοὺς ἀγῶνας δι ήνυεν; αὐτὸς οὖν ἐκεῖνος ὁ βασιλεὺς ὁ ἡμέτερος, ὥστε μόνον οὐ δέον πενθεῖν, ἀλλὰ καὶ χαίρειν χρεών, τὸ παράδοξον. τὸ γὰρ οὑτωσὶ τὰ τῆς ἀρχῆς ἐκεῖνον διευθετίσασθαι καὶ εἰς αὔξην τὰ τῶν σφετέρων σχοινισμάτων τοιαύτην ἀπαγαγεῖν πλήρη τε γενέσθαι χρηστῶν ἡμερῶν, μὴ βιασθῆναι δὲ τὴν διάζευξιν τῆς ψυχῆς, φυσικοῖς λόγοις ὑποχαλασθείσης τῆς ἁρμονίας αὐτῶν, τοιούτῳ δὲ υἱῷ παραδοῦναι τὸ κράτος καὶ τὴν ἀρχήν, καλῷ μὲν ἰδέσθαι, νοῆσαι δέ γε καλλίονι, καὶ ἁπλῶς εἰπεῖν ἀρχικωτάτῳ τὴν ἀρετήν, καὶ οὕτω δὴ συμβῆναι τὰ πράγματα, ὡς μηδὲ γνωσθῆναι σχεδὸν τὴν τῆς ἡγεμο νίας τοῖς ὑπηκόοις μετάθεσιν, πῶς οὐκ ἂν μᾶλλον ἡδονῆς ἢ λύπης ταῦτα παραίτια γένοιτο; ἄνδρα καὶ γὰρ τεθνηκότα ἐπὶ υἱῷ καλῷ τε καὶ ἀγαθῷ καὶ ὁ τοῦ δήμου λόγος οὐκ ἀποθανεῖν ἀποφαίνεται.

Intertext edge

Open linked passage

Note