Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 19 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Χαίρετε γοῦν, φῦλα Ῥωμαίων, χαίρετε καὶ τὰς φρένας γανύσκεσθε καὶ λόγοις ἡδυτέροις τὰς τῆς καρδίας πτύχας εὐφραίνετε. τοιούτου γὰρ ηὐμοιρήκαμεν αὐτοκράτορος– θαρρούντως τὸν λόγον ἐρῶ– οἷον οὔποτ' ἂν τὰ τῶν Ῥωμαίων ηὐτύχηκε. νῦν γοῦν εἴπερ ποτὲ τοῖς Ῥωμαίοις ἐλπίς, ὡς τὰ τῆς εὐετηρίας ἐπαυξηθῇ καὶ τὰ τῶν εὐφραι νόντων καταπτωθῇ· νῦν παγκόσμιος εὐφροσύνη γενή σεται εἰρήνης βαθείας ἐμφιλοχωρησάσης τῇ γῇ, εἰρήνης ἐξ ὀθνείων, εἰρήνης καὶ ἐξ ἰθανῶν, πάντων ἡμέρως ἐμβιο τευόντων καὶ ἀρκουμένων τοῖς ἑαυτῶν· οὐκ ἀδικήσει θάτερα ἕτερος, οὐχ ἅρπαγμα ποιήσει τοῦ πλησίον· ἕκαστος γὰρ ὑπὸ τὴν πίτυν αὐτοῦ τὸ τῆς προφητείας φάναι ἀναπαυθήσεται, οὐ κρίσιν παρακλαπήσεται ἢ παρελκυσθήσεται χρυσίνῳ βρίθει τοῦ ἰσορρόπου τῆς δίκης ζυγοῦ. οἶδε γὰρ οὗτος λόγους ἀδεκάστους προφέρειν ἐν κρίσεσι, στάθμου γενήσεται τῆς εὐθυδικίας ὡς ἀπαρέγκλιτος κανὼν τῆς εὐνομίας, τῇ ἀδικίᾳ μὴ ἀντικλώμενος. οὐ πρηκτὴρ καλαμήσεται γεωργούς, οὐ γραφαὶ τὰς οἰκίας τῶν πενήτων κενώσουσιν· οἶδε γὰρ οὗτος ἑτέρας γραφάς, δι' ἃς τὸ ὑπὸ χεῖρα σωθήσεται. οὐ προστασία χώρων τοῖς θρασυτέροις ἢ ἀβελτήροις δοθήσεται, ἀλλὰ τοῖς ἐπιεικεστάτοις, οὐδὲ τοῖς θηριωδεστέροις, ἀλλὰ τοῖς φιλανθρωποτάτοις· οὐ γὰρ ἀρχὴν ἁρπακτὴρ καὶ λυμεὼν χειρώσεται ἄνθρωπος, τροφὴν ἔχων ἀνθρώπων βλάβην καὶ πόμα τούτων τὰ δάκρυα, ὃς τρυφᾷ τοῖς τοῦ πλησίον κακοῖς καὶ ἁρπαγαῖς χαίρει καὶ ἐμπαροινεῖ τῇ φύσει τῷ καιρῷ καταχρώμενος, ἀλλ' αἰδοῖος ἀνὴρ ἐπιεικέστατός τε καὶ προσηνέστατος καὶ θεοῦ ὄπιν ἔχων τὸ τῆς ποιήσεως προκριθήσεται, ὁ συνέσει κεκοσμημένος, ὁ παιδείᾳ πεπυκασμένος, καὶ ὁ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἀντεχόμενος.

Intertext edge

Open linked passage

Note