Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 1 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἰοὺ ἰοὺ καὶ ὁ μέγας τέθνηκε βασιλεύς, ἰοὺ ἰοὺ ὁ περί πυστος Ἰωάννης καὶ κράτιστος, τὸ φοβερὸν καὶ φρικαλέον τοῖς ἐχθροῖς ὄνομα, χάριεν δὲ ἡμῖν καὶ ποθούμενον. ἰοὺ ἰοὺ τὸ τῶν Ῥωμαίων ἐχυρώτατον καταβέβληται πύργωμα, τὸ Σεμιραμείων τειχῶν ἐρυμνότερον, ἐν ᾧ τὰ πάντα περι φράγνυντο καὶ τοῖς ἐναντίοις διετηροῦντο ἀνεπιβόυλευτα. ὁ κοσμικὸς στύλος σεσάλευται καὶ κατήρρακται, ὃς εἰς ὕψος αἰθέριον τὴν τῶν Ῥωμαίων ἀνῆγεν ἀρχὴν καὶ περιφανεστέραν πᾶσιν ἐτίθετο. τὸ κέντρον τοῦ τῶν Αὐσόνων κυκλώματος ἐξηφάνισται, ἐξ οὗ γραμμαὶ πρὸς ξυνοχὴν ἀπεπέμποντο, τὰ μὲν τῆς σωστικῆς περιφανείας περικρατοῦσαί τε καὶ ξυνάγουσαι, μακρὰν δὲ βάλλουσαι τὰ τῶν ἐχθρῶν κεντρία τὰ καθ' ἡμῶν ἐπαλλόμενα. ὁ κλεινὸς καὶ λαμπρὸς ἀπέ σβεσται ἥλιος, δι' οὗ προσκόμματος λίθους ἡμεῖς ἐφυγγάνομεν, δι' οὗ φαῦσις ἡδεῖα ἡμῖν, δι' ὃν καὶ ὡς ἐν ἡμέρᾳ εὐσχη μόνως τὴν βάδισιν ἐποιούμεθα, ἐξ οὗπερ ἀκτῖνες ἀπέρρεον χαριτόβλυτοι, πᾶσαν Ῥωμαίων χθόνα περιαυγάζουσαι, ὑφ' ὧν καὶ κατετεφροῦντο τὰ τῶν ἐναντίων φρονήματα, ὃν οὐ σελήνης ὑποτρέχειν σῶμα, τὸ αὐτὸ μικρὸν κολούειν ἠδύνατο, ἀλλοθρόων ἀναιδῶν κεναυχήματα, οὐδὲ νέφους ἀχλὺς ὑπε σκότιζεν, ἀντιμάχων δολερῶν διαβούλια.

Intertext edge

Open linked passage

Note