Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 20 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Οὐ γὰρ ἐξ ἱπποσύνης ἢ τοξοσύνης ἢ τοῦ πέμπειν εὐστόχως βέλος ἢ κραδαίνειν εὐφυῶς δόρυ ἢ ἀσπίδα προβάλλεσθαι δεξιῶς οὐδ' ἐκ ταχυτέρων τινῶν κινημάτων τῶν μικρῶν ὄντων ἀξίων ὁ βασιλεὺς ἀρτίως ἐξώρμηται, ἅπερ ὡς ἐν μέρει παιγνίων πάλαι τούτῳ νενόμισται, εἰ καὶ εἰς ἄκρον ἐξείργασται, ἀλλ' ἐκ λόγων καὶ βίβλων καὶ φιλοσοφίας αὐτῆς, ἀλλ' ἐκ μαθημάτων καὶ ἐξ ἀκροτάτης τῶν ὄντων γνώσεως. ἀνάγκη γοῦν πᾶσα γενήσεσθαι τὸ θρυλλούμενον. ἔφη καὶ γάρ τις τῶν παλαιτέρων ἐπιστημόνων ὡς τότε παύσουσι τῶν κακῶν αἱ πόλεις καὶ ἐμπεριπολεύσει ταύταις τὰ ἀγαθὰ, ὅτε φιλοσοφήσουσι βασιλεῖς ἢ βασιλεύσουσιν οἱ φιλόσοφοι. ἐν τούτῳ δὲ καὶ ἄμφω συμβέβηκε· βασιλεὺς καὶ γὰρ ὢν εἰς ἄκρον πεφιλοσόφηκε καὶ φιλόσοφος γενησόμενος κραταιότερον βεβασίλευκεν. οὐχ ὁρᾶτε τοῦτον ἀριπρεπέστερον τοῦ Ὁμηρικοῦ Ἀγαμέμνονος, ὃν ἐκεῖνος εἰσάγει ἵκελον ὄμματα καὶ κεφαλὴν τερπικεραύνῳ Διί, ζώνην δὲ Ἄρεϊ, στέρνον δὲ Ποσειδῶνι; οὐδ' ἂν βασιλῆι ἀνδρὶ ἐοικέναι αὐτὸν εἴποιμι, ἀλλά γε κατὰ τὴν Πυθίαν δίζω ἠὲ θεὸν ὀνομάσαι ἢ ἄνθρωπον· νικᾷ δὲ μᾶλλον θεὸν αὐτὸν καὶ εἶναί τε καὶ κικλήσκεσθαι. οὗτος ἐκ φιλοσοφίας θεοειδὴς ἀναπέφανται καθάπερ ἐκ γένους μὲν βασιλεύς, ἐκ δὲ φύσεως ἰσχυρός, ἐκ δ' ἀρετῆς ἀνδρεῖος, ἐκ δὲ τῶν πραγμάτων πανάριστος.

Intertext edge

Open linked passage

Note