Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ἂν οὖν ὡς στύλον ὄντα Ῥωμαίοις αὐτῶν εἰς ὕψος αἴροντα τὰ φρονήματα κλάειν τὸν αὐτοκράτορα βουληθείημεν, ἰδοὺ στύλος ἄλλος ἡμῖν, τάχα δὲ καὶ στύλος πυρὸς τὸν νέον καθοδηγῶν Ἰσραὴλ εἰς ἐπαγγελίας γῆν, εἰς γῆν γάλακτος κρουνοὺς καὶ μέλιτος ἀπορρέουσαν, ἐξ ἧς κακῶς ἀπερρίφημεν· ἂν ὡς πύργον ἐντὸς πάντα φρουροῦντα καὶ ἀκίνδυνα διασώζοντα, ἰδοὺ πύργος ἐρυμνότερός τε καὶ ἀσφαλέστερος. δότε γάρ μοι λέγειν τὸ ἀληθές· οὐδὲ γὰρ ἀγανακτήσει πατὴρ τὰ κρείττω τοῦ υἱέως ἀκούοντος ἐν ὀνόμασιν, ὃν μείζω καλῶς ἐγνώρισεν ἐν τοῖς πράγμασι· συχνὸς γὰρ χρόνος ἐξ ὅτου πάντων ἀνθρώπων καὶ ἑαυτοῦ κρείττω τοῦτον ὁ πατὴρ ἀπεφαίνετο. πείθει γοῦν με καὶ ἡ τοῦ βασιλέως ἀπόφανσις καὶ ἡ τῶν πραγμάτων ἐνάργεια τοιαῦτα περὶ τοῦ βασιλέως διαμαρτύρεσθαι· ἐπεὶ γοῦν τὸν λόγον ἔχετε βέβαιον ὅτι μηδ' ἀμφαγνοεῖτε τὴν πρόρρησιν, ἐχέσθω τῶν προτέρων μοι ὁ εἱρμός. ἂν οὖν ὡς δένδρον πάντα περιπυκάζοντα τὸν παρελθόντα ζητήσωμεν, ὡς ἐκ τῶν λυπηρῶν τὰ ὑπ' ἐκεῖνον σκιάζοντα, ἰδοὺ δένδρον ἄλλο περιφανέστερον ὅσῳ καὶ χλωροτέροις φύλλοις κομῶν καὶ ἐπιβρῖθον καρποῖς καὶ πρὸς μέλλουσαν καρποδοσίαν εὐθετιζόμενον· τούτου ταῖς σκιαῖς ἡμεῖς ἀναπαυθησόμεθα. ἂν οὖν ὡς κέντρον ἐκεῖνον ποθήσωμεν τὰ κύκλῳ περικρατοῦντα καὶ φέροντα, ἰδοὺ ἡμῖν κέντρον τρανότερον, μείζους ἐπὶ κύκλοις περιάγειν κύκλους δεδυνημένον καὶ ἄλλους ἐπ' ἄλλοις κατὰ τὸ ἄπειρον. ἂν ὡς ἥλιον ἐκεῖνον κοσμικὸν ὑπειλήφειμεν καὶ ὑπ' ἐκείνου καταφωτίζεσθαι ἔγνωμεν, ἤδη καὶ ἕτερος ἥλιος φανότερός τε καὶ καθαρώτερος ταῖς τῆς γνώσεως ἀκτῖσιν οὐ Ῥωμαίων γῆν μόνον ἀλλὰ καὶ πάντα περιλάμπειν ἔχων τῆς οἰκουμένης τὰ πέρατα. ἂν τοῦ συμπαθοῦς τὸν ἀπιόντα πενθήσωμεν, τοῦ συμπαθεστέρου τὸν περιόντα θαυμάσωμεν. ἂν τοῦ μετρίου ἐκεῖνον καὶ ταπεινόφρονος ἀποκλαύσωμεν, τοῦ μετριωτέρου τοῦτον ποθήσωμεν. οὐδενὸς οὖν, ὦ Ῥωμαῖοι, καλῶν τῶν πάλαι λειπόμεθα, μᾶλλον δέ γε κρείττοσι καὶ τιμιωτέροις τούτοις ἐντετυχήκαμεν, ἀπ' εὐπραγίας εἰς εὐπραγίαν μείζω μεταπηδήσαντες.