Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 2 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἰοὺ ἰού, ἀνακτέον γάρ μοι τὸν λόγον εἰς τὸ θρηνῴδημα. φεῦ τοσούτου πάθους, ἰαταὶ τῆς τοιαύτης ἡμῖν συμφορᾶς. πέπτωκε δένδρον τὸ ὑψιτενὲς καὶ πλατύκομον, ἐν ᾧ τὰ τῶν ὅλων ἐψυχαγωγοῦντο περισκεπόμενα, οὐχ ἡλιακαῖς εἰληθερούμενα καύσεσιν οὐδὲ ταῖς ἐκ χιόνων πηγυλίσιν ἀποψυχόμενα. ἆρ' ἄγε, ὦ παρόντες Ῥωμαῖοι, ἀληθῶς αὐτοὶ τῷ βίῳ περίεσμεν τοῦ βασιλέως ἐξ ἡμῶν ἀποπτάντος, ὃς ψυχῆς λόγον ἢ ζωῆς τόπον ἐν ἡμῖν ἀπεξέφερεν; ἢ ζῆν μὲν δοκοῦμεν, τῇ δ' ἀληθείᾳ τεθνήκα μεν; ἔστι γὰρ καὶ θάνατος ἐν ἀνθρώποις μήπω φαινόμενος, ὄντως δὲ ὢν καὶ τοῖς ἐξετάζουσι γινωσκόμενος, αὐτομιᾷ δὲ μύθου καὶ λίθον ἐξ ἀνθρώπων ποιεῖ καὶ δακρύειν τοῦτον οὐ κατοκνεῖν ἀποφαίνεσθαι. λιθοῖ μὲν γὰρ ὄντως ἀνθρώπου φύσιν πάθος ἐπεισφρῆσαν βαρὺ καὶ ἀναίσθητον ἐν τοῖς ἄλλοις ἐργάζεται μόνου τοῦ ἄλγους ἐχόμενον καὶ διηνεκῶς δακρύειν βουλόμενον.

Intertext edge

Open linked passage

Note