Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἆρ' οὖν, ὦ Ῥωμαῖοι, ὁ κράτιστος ἐκεῖνος καὶ τῶν πώποτε βασιλέων μεγαλουργότατος ὡς εἷς τῶν ἀνθρώπων καὶ αὐτὸς τὴν γῆν ὑποδέδυκε καὶ ψυχρὰν περιβέβληται πλάκα, λίθων λαμπροτάτων καὶ μαργάρων ταύτην ἀνταλλαξάμενος; ὁ πολὺς τὴν ἰσχύν, ὁ τὴν σύνεσιν ἀπαράμιλλος, ὁ πολλαῖς μάχαις ἐξετασθεὶς καὶ πλείστας νίκας ἀναδησάμενος, οὗ τὰ τρόπαια ὑπὲρ ψάμμον θαλάσσης καὶ ἄστρων πλῆθος μὴ ἀριθμούμενον, τὰ μὲν κατὰ χέρσον, τὰ δὲ κατὰ θάλατταν, ὃν ὁ φριμακτίας ἔτρεσεν Ἰταλός, ὃν ὁ μάχιμος πέφρικε Πέρσης, ὃν ἐδεδοίκει Παίων αἱμοχαρὴς καὶ Μυσὸς καὶ Δαλμάτης ὑπέπτηξαν, οὗ τὸ δόρυ καὶ ἐς Γαδείρων ὅρους πεφόβηνται, οὗ τὴν σπάθην καὶ οἱ κατὰ πάντων ἀριστεύοντες ἐτετρέμαινον; ἆρ' οὖν οὕτως ἐκεῖνος σὺν τοῖς λοιποῖς Χάρωνος γεγένηται παρανάλωμα καὶ ξίφους ἔργον θανατηροῦ; καὶ κατεκαυχήσατο καὶ αὐτοῦ τὸ τοῦ Πλού τωνος βέλεμνον; τίς μοι δοίη φωνὴν Στεντόρειον, τίς πλα τυνεῖ μου τὸ στόμα καὶ εὐρυχανδέστερον θήσειεν, ὡς ἂν φωνὴν ἀπερεύξωμαι τοῦ πάθους ἀξίαν καὶ παραμετρουμένην τῷ μεγέθει τοῦ δυσπραγήματος; τίς μοι δανείσοι γλῶτταν Ὁμήρειον ἢ μοῦσαν τὴν Ἡροδότειον, ὡς ἂν τοῦ μὲν αὐτοκράτορος μικρὸν ἐγγίσω τῷ λόγῳ τοῖς ἀριστεύμασι, τῷ δὲ πάθει παρισώσω τὸν ἐκ τῶν λόγων ὀλοφυρμόν; ἀλλὰ ταῦτα μὲν μὴ καὶ ἀδύνατα ἂν εἴη μὴ μόνον ἡμῖν τοῖς οὕτω χαμαιζήλοις περὶ τοὺς λόγους ἀλλὰ καὶ τοῖς ἄγαν ὑψηλοῖς τὴν διάνοιαν· ἀλλὰ τίς ἄν μοι χρήσαιτο καθ' Ἱερεμίαν θαλάσσας δακρύων καὶ στεναγμάτων ἦχον βαρύβρομον, ὡς ἂν θρηνήσαιμι προσηκόντως τὸν αὐτοκράτορα;