Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἔδει μὲν οὖν ἡμᾶς, ὦ σεμνὴ γερουσία, καὶ πάντας Ῥωμαίους μὴ ὀλοφυρμοῖς μόνον τεθνηκότα δεξιοῦσθαι τὸν βασιλέα μηδὲ μόνον σπείσασθαι στεναγμοὺς ἢ δρύψασθαι παρείας ἢ καταξᾶναι τρίχας ἢ μέγα κωκῦσαι καὶ δακρυό φυρτον ἢ μελανειμονῆσαι πάθους εἰκόνα καὶ σύμβολον· οὐχ οὕτως οὖν ἔδει μόνον ἐκείνῳ τὴν ὁσίαν χαρίσασθαι, ἀλλ' εἴπερ ἦν ὅσιον καὶ τὰς ψυχὰς ἀπιόντι συναπερεύξασθαι καὶ νεκροὺς σὺν αὐτῷ φανῆναι τοὺς πάλαι ψυχωθέντας καὶ ζωωθέντας γε δι' αὐτοῦ. ἐτεθνήκει μὲν γὰρ ὡς ἀληθῶς πρὸ μακροῦ τὰ Ῥωμαίων πράγματα καὶ νενέκρωται, ἀληθῶς Ἰταλικῇ τῇ νόσῳ κατασχεθέντα, ἐξ οὗ τὴν βασιλίδα τῶν πόλεων, ἣ κεφαλῆς λόγον ἐπεῖχε πάσῃ τῇ Ῥωμαίων ἀρχῇ, ἐξ ἐφόδου παρεισπεσόντες τῇ δυναστείᾳ τούτων συμπαρεστή σαντο. ὡς οὖν ἠνδραποδίσαντο τὴν βασίλισσαν καὶ τὴν κυρίαν ἠχμαλωτεύσαντο, ἐντεῦθεν ἅπαν ἀπραγμόνως θερα πευτικὸν ὑπηγάγοντο. αὕτη μὲν οὖν ἡ κοινὴ Ῥωμαίοις γεγένηται συμφορὰ τοῖς ἀπείροις κρίμασι τοῦ θεοῦ, εἰς ἃ μηδὲ Παῦλος παρακύπτειν δεδύνηται, ὁ εἰς τρίτον ἀρθεὶς οὐρανὸν κἀκεῖθεν ἀπαχθεὶς εἰς παράδεισον. ἐγένετο γοῦν ἐξάπινα ἡ θειοτέρα Ἱερουσαλὴμ εἰς ἐρήμωσιν, καὶ τὸ τοῦ προφήτου φάναι ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ καὶ ὡς ἀποβεβληκυῖα τὰ φύλλα ταύτης τερέβινθος. ἀλλ' ἤγειρεν ὁ θεὸς τὸν μέγαν ἐκεῖνον βασιλέα, Θεόδωρον λέγω τὸν Λάσκαριν, ὃς τῆς τῶν Ῥωμαίων νηὸς κλυδαζομένης συνεπελάβετο καὶ ἐπὶ τῶν οἰάκων κεκάθικε καὶ τὴν ταύτης κυβέρνησιν ὑπὸ θεοῦ καὶ τῆς αὐτοῦ δεξιωτάτης φύσεως ἀνεδέξατο. πρῶτος οὖν αὐτὸς ταῖς τῶν πολλῶν καὶ μεγάλων ἀντεκατέστη*** πολλῷ ἀντεμβολεῖν καὶ τοῖς ἀπαρκτίαις καὶ σκαφοδύταις καικίαις ἀνδρικῶς ἐμαχέσατο. οὐ πολὺς ὁ χρόνος, κἀκεῖνος οὖν παρείληπται πρὸς τοῦ κρείττονος, τὴν δὲ τῆς ὁλκάδας ἡγεμονίαν τῷ δεξιῷ πρὸς ταῦτα καὶ ἐπιστήμονι καὶ οὗ πεῖραν εἴληφεν ἐκ πολλῶν ἐγκεχείρικεν. ὁ δὲ τὸ σκάφος παραλαβὼν σμικρότατον πάνυ καὶ ὅσον οὐχ ἁπλῶς κοίλην νῆα ἀλλ' οὐδὲ δρόμωνα ἢ λέμβος λογίζεσθαί τε καὶ φαίνεσθαι, τυννουτοῒ δὲ πλοιάριον καὶ ὂν ὡς ἀληθῶς καὶ λεγόμενον, εἰς τοσοῦτον ἤγαγε μέγεθος ὑψώσεώς τε καὶ πλατυσμοῦ, ὥστε οὐ τριακοντήρη ἢ τεσσαρακοντήρη, τὰ περι θρύλλητα τοῖς παλαιοῖς ἢ μᾶλλον εἰπεῖν ἀδυνατοῦντα πρὸς σύμπηξιν, ἀλλὰ χιλιοντήρη ἢ μυριοντήρη ταύτην κατασκευά σασθαι.