Epitaphius in Joannem Ducam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ἀλλὰ τί ἀδολεσχῶ ταῖς μεταφοραῖς καὶ τροπολογῶν βαρύνω τὰς ἀκοάς, ἐξὸν τρανῶς διασαφῆσαι τὰ πράγματα καὶ ὑπ' ὄψιν αὐτὰ παραστήσασθαι; ὁ μὲν δὴ βασιλεὺς οὗτος ὁ μέγας τὴν ἡγεμονίαν παρὰ τοῦ βασιλέως καὶ κηδεστοῦ προσδεξάμενος, κλῆρον δίκαιον καὶ ἀνῆκον ἀγκαλισάμενος σχοίνισμα ἀλλ' οὐχ ἅρπαγμα συλησάμενος, ὃ πολλοῖς ἑτέροις ἐπισυμβέβηκε, καὶ ἡγεμονίαν τοσαύτην ὅσην οὐδὲ εἰς ἀρχὴν ἀρκοῦσαν εἶναι περίπυστον, μήτοι γε βασιλείαν Ῥωμαίων τὴν περιώνυμον, ἣ τῷ πλάτει καὶ τῷ μεγέθει κατὰ πολὺ τῶν ἄλλων διέφερε– μικροῖς γὰρ αὕτη καὶ εὐπεριγράπτοις τοῖς ὁρίοις περιεσφίγγετο καὶ ἀσθενεστέροις περιεκυκλοῦτο θριγγώμασι καὶ τούτοις εἰς τὴν ἑῴαν μόνον, ἐπεὶ τὰ πλείω ταύτης ἐκαρποῦτο ὁ Ἰταλός. τοιαύτην δὲ τὴν ἡγεμονίαν οὗτος παρειληφὼς καὶ ὑπολογισάμενος καθ' αὑτὸν, ὡς οὐ τρυφῆς ὑπόθεσις γίνεται τὸ βασιλικὸν τοῖς εὖ φρονοῦσιν ἀξίωμα οὐδὲ χλιδῆς λόγος οὐδὲ βλακείας παράνυξις, ἀλλ' ἀφορμὴ ἀγώνων μακρῶν καὶ περιφρονεστέρων ἔργων αἰτία, πολέμων τε καὶ τῶν παρεπομένων τροπαίων, ἃ θεὸς ἐπι βραβεύει τοῖς ἀόκνως μαχομένοις ἐπὶ δικαίοις τοῖς πράγμασι– τοιαῦτα δὴ διανοηθεὶς καὶ εἰς ὕψος ἄρας τὸ φρόνημα καὶ ἐξογκώσας τὸν λογισμὸν οὐ μικρόν τι καὶ ταπεινὸν οὐδ' ἀγεννὲς καὶ τῶν μὴ πάνυ παραδόξων ἐργάζεται, ἀλλὰ νεα νικὸν καὶ γενναῖον καὶ τοῖς κατ' ἐκεῖνο καιροῦ μηδ' εἰς ψιλὴν ἀναπολούμενον ἔννοιαν.