Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 6 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τῶν γὰρ Ἰταλῶν ἀμάχων μὲν ὄντων καὶ φύσει, ἐξ ὧν δ' εἰς ἡμᾶς εἰργάσαντο πεφυσιωμένων μακρὰ καὶ μαχι μωτέρων γεγενημένων καὶ τὰ πλείω μὲν τῆς ἑῴας ὡς ἔφημεν καρπουμένων– Σκάμανδρος γὰρ αὐτοῖς ὑπετάτ τετο συνυπέκυπτέ τε καὶ Ἀδραμύτιον, καὶ Περγάμου μέχρις ἐπήγνυντο οἱ σταθμοί, Πηγῶν τε χῶροι καὶ Λεντια νῶν ἐτέλουν ὑπόφορα, ἔξω δὲ τούτων ὑπῆρχεν οὐδὲ Λουπά διον, μικρὸν δέ τις ἐντεῦθεν ὑπερβαλὼν καὶ εἰς Νικομή δους εἶδε καὶ πᾶσαν τὴν πέριξ χώραν σφίσι κατανεμομένην ὡς ὑποχείριον– οὕτω γοῦν τῶν ἑῴων διακειμένων, τῶν δυτικῶν δὲ ἁπάντων πρὸς σφῶν αὐτῶν καὶ τῶν Βουλγάρων καὶ τῶν ἐξοιστρησάντων τῆς δικαίας ζεύγλης Ῥωμαίων καὶ τῆς δουλείας ἀπερρηγμένων ἐξηνδραποδισμένων καὶ κατα δεδουλωμένων ὡς ἴσασιν ἅπαντες– τοιούτων δὴ τῶν πραγμάτων ὄντων καὶ οὕτω δειλίαν ἐμπαρέχειν δεδυνημένων μὴ ὅτι γε τοῖς πολλοστὴν ἔχουσιν οἵαν ἐκεῖνος ἐδέξατο τὴν ἀρχήν, ἀλλὰ καὶ τοῖς περιφανέσιν ἔν τε πλούτῳ καὶ πόλεσι καὶ στρατεύμασιν, ὁ δὲ οὐκ ἔπαθέ τι ἀνθρώπινον, οὐ συν εστάλη, οὐκ ἔπτηξεν, οὐκ ἔτρεσε τὸ θηριῶδες τοῦ Ἰταλοῦ καὶ πρὸς τὰς μάχας ὀξύρροπον καθά γε κάπρου πρὸς ξίφος ἐνθορνύοντος, οὐδὲ τὴν κατασχοῦσαν ἐξ αὐτῶν δειλίαν Ῥωμαίους ὡς ἐμποδὼν ὑπετόπασεν, ἀλλὰ πάντα περιφρονήσας καὶ πᾶσιν ἑαυτὸν ἀντιθεὶς καὶ ἀντὶ πάντων μόνον ἑαυτὸν ἀντίσταθμον τοῖς πράγμασιν ἡγησάμενος ἀσπάζεται τὴν κατὰ τῶν Ἰταλῶν μάχην καὶ τὴν εἰρήνην ὡς μηδὲν ὀνοῦσαν ἐκπέμπεται· μετὰ γὰρ τοῦ δικαίου κρείττων εἰρήνης ὁ πόλε μος. δεινὸν γὰρ ἡγεῖτο καὶ ψυχῆς ἀγεννοῦς φρόνημα τὸ τὴν πρῴαν ἀρχὴν καὶ τούτῳ προσήκουσαν ἔκπαλαι ὀφθαλ μοῖς ὁρᾶν γεωργουμένην ὑπ' ἀλλοτρίων καὶ καρπουμένην, καὶ ὡς οἰκεῖον λογίζεσθαι κήπευμα.

Intertext edge

Open linked passage

Note