Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 7 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τοὐντεῦθεν συρρήγνυσι μάχην τοῖς Ἰταλοῖς, καὶ ὑπερασ πίζει τοῦ δικαίου θεός, καὶ τῆς ἀνδρείας ἐκείνου καὶ γενναιότητος ἀναδείκνυνται τὰ προοίμια· ἐξήττηνται γὰρ κατὰ κράτος οἱ Ἰταλοὶ καὶ νικῶνται νίκην οἵαν ἰδὼν ὁ ἥλιος γέγηθε. βαβαὶ οἷον τὸ ἡλιακὸν φῶς Ῥωμαῖοι τότε τεθέανται, ὁποίαν τῆς ἡμέρας τὴν χάριν, οὕτω κατατροπωσάμενοι τὸ ἀλλόφυλον καὶ πᾶσαν αὐτῶν τὴν ἀποσκευὴν σκυλευσάμενοι αἰχμαλώτους τε ξύμπαντας ἁπαξαπλῶς ἀναγαγόντες καὶ σχοίνῳ δουλείας καταδεσμεύσαντες λαφύρων τε ἀπείρων ἐμπλησθέντες παντοδαπῶν καὶ παντοίας πλησθέντες τῆς χαρμονῆς. ὡς γοῦν ταῦτα ξυμβαίη, καὶ ὁ ὑψαύχην κατέ πιπτε καὶ ὁ τὰς ὀφρῦς ἐπαίρων ὑπεχαλᾶτο τοῦ κεναυχήματος, καὶ τὸ φύσημα κατεβέβλητο καὶ τὸ φρύαγμα χαῦνόν τε καὶ ἀδρανὲς ὑπεφαίνετο.

Intertext edge

Open linked passage

Note