Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 8 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἐντεῦθεν τὰ ἐν ἡμῖν ἀνεζωπυρεῖτο καὶ ἐθερμαίνετο, ἐκείνων ἀποψυχομένων καὶ νεκρουμένων, καὶ ἀνήγετο κατὰ μικρὸν οὐ καταφρονητοῖς τοῖς ὑψώμασιν. ἐξελήλατο γοῦν Ἰταλὸς τῶν Ῥωμαϊκῶν χωρίων καὶ ἄστεων, καθ' ἕκαστον τούτων μάχην ὑποστὰς κρατεράν, ἐν χειμώνων ἀκμαῖς, ὁπότε ὕει πολλὰ καὶ νιφετοῖς παλύνονται ἄρουραι, ὁπότε ἄγαν πήγνυται ὕδωρ καὶ τῷ ἄγαν τοῦ ψύχους καὶ γεωργὸς καὶ ποιμὴν παντελῶς ἀργεῖν κατακέκρινται καὶ ὁ μὲν τοῖς οἰκήμασι περικέκλεισται, ὁ δὲ σπηλαίοις ἐνδιατέτριφε μηδ' ἀτενίσαι τῷ ἀέρι δυνάμενος, καὶ ἐν μέσοις πάλιν τοῖς θέρεσιν, ὁπότε ἄνθρωπος πᾶς παρὰ πηγαῖς ἐμφιλοχωρεῖν ἐθέλει καὶ τοῖς ἐκ δένδρων σκιάσμασι, τεχνητοῖς ἐκ ῥιπισ μάτων ἀναψυχόμενος πνεύμασιν. ἀλλ' ὁ ἀκάμας ἐκεῖνος καὶ τὰ σῶμα μὲν ἀδαμάντινος καὶ ἀνένδοτος πρὸς τὰς τοῦ ἀέρος ἐναντίας ποιότητας, ἄτρεστος δὲ τὴν ψυχὴν πρὸς τὰς τῶν ἀντιπάλων κινήσεις καὶ τὰ ὁρμήματα, οὐδέν τι πρὸς τούτων ἐμαλθακίζετο οὐδὲ τὸ σύντονον ὑπενεδίδου πρὸς τὸ πολὺ τοῦ χρόνου καὶ τὸ τοῦ μόχθου βαρύ. οὐδὲ καιρὸς αὐτῷ τὴν μάχην ὡρίζετο, πάντα καιρὸν οἰόμενος ἐπιτήδειον τοῦ οἰκείου λάχους προκινδυνεύειν καὶ ὑπεραγωνίζεσθαι τοῦ τούτῳ πεπιστευμένου συμφερόντως παρὰ τοῦ κρείττονος, ἀλλ' ἦν αὐτοῦ τὸ ὅπερ ἂν ἄλλος ᾠήθη τέλος ἀρχή, καὶ ὅπερ ἕτερος ἐξειργασμένος ἀρκεῖν ἂν ἐλογίσατο, αὐτὸς ὡς εἰ μηδὲν γέγονεν ὑπελάμβανεν. οὐκ ἔφθασε γὰρ ἐν τῇδε τῇ μάχῃ στῆσαι τὸ τρόπαιον, καὶ μάχης ἑτέρας καὶ ἀγώνων ἄλλων εἰσήγετο πρόφασις· καὶ ἤχει παραυτίκα τὸ ἐνυάλιον καὶ οἱ θώρακες ἔστιλβον καὶ τὰ δόρατα ἔφρισσον καὶ αἱ ἀσπίδες προυβέβληντο καὶ ἡ τῆς μάχης σύρρηξις παρευθύς, προ μαχοῦντος ἐκείνου καὶ προκινδυνεύοντος τῶν πολλῶν. καὶ γὰρ τὰ τῶν ἄλλων τὸ δόρυ τούτου προυλάμβανε, καὶ ὁ ἵππος τοὺς τῶν ἑτέρων ὑπερήλλετό τε καὶ ὑπερίπτατο, καὶ ὁ πολέμιος ταῖς αὐτοῦ χερσὶν ἐτιτρώσκετο, καὶ πάλιν νίκη καὶ πάλιν μέγα τὸ τρόπαιον.

Intertext edge

Open linked passage

Note