Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epitaphius in Joannem Ducam
Georgius AcropolitaDuca 9 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Οὕτως αὐτοῦ τὰ τῆς μάχης ἀλληλουχούμενα καὶ οὕτως αὐτοῦ τὰ τῆς νίκης περικροτούμενα. τί γοῦν θαυμαστόν, εἰ τοσοῦτος ὢν τὴν ἀνδρείαν, τοιοῦτος δέ γε τὴν φρόνησιν, κατ' ἄμφω δὲ τοῖς ξύμπασιν ἀπαράμιλλος, οὕτω δὲ καρτε ρικὸς πρὸς τὰ μάχιμα, ἐς τοσοῦτον πλάτος τὰ τῶν Ῥωμαίων ἐμεγέθυνεν ὅρια, ὧν ὁπόσον τὸ μέγεθος καὶ ἡλίκος ὁ δρόμος ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς καὶ ἴδε σύμπας τε Ῥωμαῖος καὶ ὁ ἐπιχωριάζων ἀλλογενής. ἑῴα μὲν λῆξις ὑπετέθη πᾶσα τῷ βασιλεῖ τῆς Ἰταλικῆς ἐλευθερωθεῖσα χειρός, πάντα δὲ τὰ κύκλῳ ταύτης ὡς οὐδεπώποτε καθημέρωνται. ὁ γὰρ Πέρσης τὴν ἡσυχίαν φιλεῖ ὁ τὰς μάχας ἔχων ἐντρύφημα, ὁ ταχὺς ἐφαλέσθαι καὶ σκυλεῦσαι καὶ ἐκφυγεῖν· τούτου καὶ τὸ τόξον κεχάνωται καὶ τὸ βέλος οἱ κατέθραυσται καὶ τὸ δόρυ συγκατέτριπται, πολλὰ παθόντος ἐν διαφόροις ἐναντιώσεσι καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλόντος καὶ τῶν περιφανεστέρων ὀλέσαντος. περαιωθήτω μοι καὶ πρὸς τὰ ἀντίπεραν ὁ λόγος, λέγω δὴ τὰ ἑσπέρια. τίνι ἂν κατὰ νοῦν ἐπῄει ποτὲ ὁ τοσοῦτος εὐδαιμονισμὸς Ῥωμαίων καὶ τὸ περίδοξον; ποῖος νοῦς τοιαῦτα δὴ τἀγαθὰ γενήσεσθαι ἡμῖν ὑπετόπασεν; πᾶσα δυσμὴ τοῖς τοῦ βασιλέως πίπτει ποσὶ καὶ γόνυ κλίνει καὶ δεσπότην πεφήμικε. Τριβαλλὸς ἡμῖν ὁρίζει τὰ τῆς ἑσπέρας, μᾶλλον δὲ οὐκ αὐτός, εἴ γε καὶ δοῦλος λογογραφεῖται καὶ ὡς θεράπων ὑποκύπτει τῷ βασιλεῖ καὶ δύναμιν στρατιωτικὴν ὡς ὑπόφορος διδόναι καταναγκάζεται. Μυσὸς ἑτέρωθεν τάχα περιγράφει τὰ ὅρια, ἀλλ' οὐδ' αὐτὸς περιγράφει· τὸ γὰρ ἀληθὲς καὶ οὗτος τοῖς ὑπὸ τοῦ βασιλέως συντάττεται. μικρὸν περὶ τὴν ἑσπέραν τὸ σπαῖρον ὅπερ οὐκ ἐπεφθάκει χειρώσασθαι, τὰ περὶ Πελοπόννησόν φημι καὶ τὸν Εὔριπον καὶ ὅσαπερ ἔτι τοῖς Ἰταλοῖς τυραννεῖται καὶ ὑποτέταται.

Intertext edge

Open linked passage

Note