Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 10 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἐγγύς που γοῦν γενόμενος τῆς Ἀντιοχείας ὁ βασιλεὺς ἀφίησι τὸν πρέσβιν Πέρσην πρὸς τὸν σφέτερον ἀφικέσθαι δεσπότην· καὶ ὃς ἀπῆλθε καὶ μηνύει τῷ σουλτὰν τὴν τοῦ βασιλέως ἔφοδον, δύσπιστον ἐκείνῳ πάνυ τυγχάνουσαν. ὅρ κοις γοῦν ἐβεβαίου ὁ πρέσβις, ὡς ἐγγὺς ὁ βασιλεὺς πάρεστι. ταῦτ' οὖν ἀκηκοὼς ὁ σουλτάν, ὡς εἶχε τάχους τὰς δυνά μεις συνάγει καὶ παρατάττεται πρὸς τὸν πόλεμον. ἐμπίπτουσι γοῦν ταῖς τοῦ σουλτὰν πρῶτον δυνάμεσιν Ἰταλοί, ἀλλ' ἦν τὸ τῶν Μουσουλμάνων πλῆθος πολύ· ἔργα δὲ κρατερᾶς χειρὸς ἐνδειξάμενοι καὶ γενναιοτέρας ψυχῆς, σχεδὸν πίπτουσι πάντες, ἀπειροπλασίους ξίφους ἔργον ποιήσαντες. τῶν γοῦν Ἰταλῶν οἱ Μουσουλμάνοι περιγενόμενοι ῥᾷον καὶ τῶν Ῥωμαϊκῶν ἐκράτουν δυνάμεων· καὶ οἱ μὲν προτροπάδην ἔφευ γον, ὀλίγοι δὲ ἐκαρτέρουν τὸ τέλος τῆς μάχης ἀποσκοπού μενοι. τῆς μάχης οὖν ἐγκρατὴς γενόμενος ὁ σουλτὰν ἐζήτει τὸν βασιλέα, καὶ δείκνυσί τις τοῦτον αὐτῷ ἐν ἀμηχανίᾳ γενόμενον. ὡς εἶχε γοῦν τάχους πρὸς τὸν βασιλέα ὁρμᾷ, τῇ τοῦ σώματος ἰσχύι θαρρῶν ἐπ' αὐτῷ. καὶ ὁ μὲν σουλ τὰν κορύνῃ κατὰ κεφαλῆς πλήττει τὸν βασιλέα, καὶ πίπτει τοῦ ἵππου· ἦν γὰρ τῇ βολῇ σκοτοδινιάσας. συνεποδίσθη γάρ, ὥς φασι, τῇ βολῆ καὶ ὁ ἵππος, οὐκ οἶδ' εἰ καὶ τού του δευτέραν παρὰ τοῦ σουλτὰν λαβόντος πληγήν. ἔξω οὖν τοῦ ἵππου ὁ βασιλεὺς γενόμενος, καὶ οἷον ῥωσθεὶς ὑπὸ θειοτέρας δυνάμεως, ἐπὶ πόδας δὲ σταθεὶς τὴν σπάθην ἐξάγει τοῦ κουλεοῦ, καὶ τοῦ σουλτὰν ἐνθένδε στραφέντος καὶ ὑβριστικῶς ἐπειπόντος· «λάβετε τουτονί,» πλήττει τοὺς ὀπισθίους πόδας τῆς σουλτὰν ἵππου ὁ βασιλεύς· θηλείας γὰρ ἐπωχεῖτο καὶ ὑπερμεγέθους. ὡς ἐκ πύργου γοῦν ὁ σουλτὰν καταβάλλεται καί οἱ αἰφνηδὸν ἡ κεφαλὴ ἀποτέμνε ται, μήτε τοῦ βασιλέως γνόντος μηθ' ἑτέρου τῶν συμπαρε στώτων τῷ βασιλεῖ, παρὰ τοῦ κεκαρατόμηται. νικᾷ γοῦν ἐντεῦθεν ὁ βασιλεὺς τὸ πλεῖστον ἐξηττημένος. οὐδὲ γὰρ εἶχεν ἐπὶ τοῖς πρόσω χωρεῖν μετὰ μετρίων ἐλλελειμμένος. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις· σπονδὰς γὰρ ἐντεῦθεν ἀρρήκτους οἱ Μουσουλμάνοι μετὰ Ῥωμαίων ἐποίησαν. ἐντεῦθεν τῆς ἐκεῖσε μάχης ἐκεχειρίαν ἔσχεν ὁ βασιλεύς, τοῖς δ' Ἰταλῶν πολέμοις ἐσχόλαζε. προσελάβετο δὲ καὶ τὸν πενθερὸν αὐτοῦ ἐν τῇ μάχῃ εὑρών, καὶ τὰ εἰ κότα τιμήσας ἀπήγαγέ τε εἰς Νίκαιαν καὶ τῶν βασιλικῶν παρασήμων ἐκδύσας ἐν τῇ τοῦ Ὑακίνθου μονῇ διάγειν ἐκέλευσεν. ἔνθα καὶ θνήσκει. ἡ γὰρ σύζυγος αὐτοῦ Εὐ φροσύνη ἐν τῇ τῆς Ἄρτης ἐτελεύτησε χώρᾳ, ἔνθα καὶ ὁ νεκρὸς αὐτῆς κατετέθη.

Intertext edge

Open linked passage

Note