Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἐντεῦθεν οὐκ ὀλίγα πράγματα Ῥωμαίοις ἐκ Βουλγάρων, καὶ τοῦ Ἀλεξίου βασιλεύσαντος πόλεμοι αὐτῷ ἐκ τούτων πολλοὶ περὶ Βέρροιαν, ἔνθα καὶ ὁ πρωτοστράτωρ Καμύτζης ὑπὸ Βουλγάρων ἑάλω μαχόμενος, τοῦ ἀδελφοῦ τοῦ Ἀσὰν Ἰωάννου τότε κατάρχοντος. ὁ γὰρ Ἀσὰν δύο ἀδελφοὺς εἶχε, Πέτρον καὶ Ἰωάννην· καὶ τὸν μὲν Ἰωάννην εἶχε μεθ' ἑαυτοῦ, τὸν δὲ Πέτρον τμῆμά τι κόψας ἄρχειν τούτου παρῆκεν. ἐν νέα γοῦν ἐνιαυτοὺς διανύσας ὁ Ἀσὰν φονεύεται παρὰ τοῦ πρωτεξαδελφοῦ αὐτοῦ Ἰβανοῦ, καὶ βασιλεύει ὁ ἀδελφὸς αὐ τοῦ Ἰωάννης, ἀφήλικος ὄντος τοῦ τοῦ Ἀσὰν υἱοῦ Ἰωάννου.