Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 13 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ὃς πολλῶν ἐγεγόνει τοῖς Ῥωμαίοις αἴτιος κακῶν καὶ τοῖς Ἰταλοῖς αὐτοῖς. ἦν γὰρ οὗτος βασιλεὺς Βουλ γάρων, ὁπότε ἡ Κωνσταντίνου ἑάλω. ὡς γοῦν οἱ Ἰτα λοὶ πᾶσαν τὴν τῆς Μακεδονίας χώραν ὑφ' ἑαυτοὺς ἐποι ήσαντο, βασιλικῶς τοῦ πρώτως κατάρξαντος Βαλδουΐνου τὰ κατ' αὐτοὺς διιθύνοντος, καὶ πρὸς τὴν πόλιν Ἀδριανοῦ διεμηνύσαντο, ὅπως ὑπ' αὐτοὺς γένηται. ὁ γὰρ βασιλεὺς Βουλγάρων Ἰωάννης προύλαβε χειρώσασθαι τὴν Φιλιππούπολιν καὶ ἀνδραποδισμὸν μέγαν τῶν Ῥωμαίων ἐκεῖθεν ποι ήσασθαι. μὴ βουληθέντων δὲ τῶν Ἀδριανουπολιτῶν ὑπὸ χεῖρα γενέσθαι τῶν Ἰταλῶν, ἐκστρατεύουσιν οἱ Ἰταλοὶ κατ' αὐτῶν. εἰς στενοχωρίαν οὖν οὐ μικρὰν ἐλθόντες οἱ τῆς Ἀδριανοῦ στέλλουσι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάννην, ἵνα συνάρηται τούτοις. ὁ δὲ ἀσμένως δέχεται τοῦτο, καὶ Σκύθας μεθ' ἑαυτοῦ προσλαβόμενος μηχαναῖς Λατίνων περιγενέσθαι σπεύδει. καὶ ὁ μὲν ἔκειτο μακράν που τῆς Ἀδριανουπόλεως, ἐκπέμπει δὲ κατὰ τῶν Ἰταλῶν τοὺς Σκύθας. Ἰταλοῖς μὲν οὖν ἔθος ἐφ' ἵπποις ἐποχεῖσθαι ὑψαύ χεσι, καταφράκτοις ὅπλοις, Σκύθαι δὲ κουφότερον ὡπλισμέ νοι ἐλευθερώτερον ἐπιπηδῶσι τοῖς ἐναντίοις. οὗ μὴ συνιέντες οἱ Ἰταλοὶ παρὰ τῶν Σκυθῶν καταστρατηγοῦνται, ὡς καὶ αὐτὸν τὸν βασιλέα Βαλδουῖνον ὑπ' αὐτῶν ἁλῶναι καὶ δέσμιον ἀπαχθῆναι πρὸς τὸν βασιλέα Βουλγάρων Ἰωάν νην· οὗπερ ὥς φασι τὴν κεφαλὴν εἰς κύπελλον χρηματίσαι τῷ βαρβάρῳ, κόσμῳ πυκασθεῖσαν κύκλωθεν. οἱ μὲν οὖν Ἀδριανουπολῖται ἐκ τοῦ παραυτίκα τὸ γεγονὸς οὐκ ἐγνώ ρισαν· εἰ γὰρ ᾔδεσαν, λείαν ἂν ἐποίησαν τὰς Ἰταλικὰς σκηνάς. οἱ δ' ἀπολειφθέντες Ἰταλοὶ φῶτα λαμπρὰ ταῖς σκηναῖς ἅψαντες καὶ μέσων νυκτῶν ἄραντες περὶ τὴν Κωνσταντίνου χωροῦσιν. πρωίας οὖν γνόντες τοῦτο οἱ τῆς Ἀδριανοῦ τὰ ἐλλελειμμένα ταῖς σκηναῖς ἄραντες ἦσαν. ὁ μὲν οὖν βασιλεὺς Βουλγάρων Ἰωάννης κατὰ τὰ ὑπεσχημένα τοῖς Ἀδριανουπολίταις ἐγκρατὴς γενέσθαι τῆς σφῶν πόλεως ὥρμησεν. οἱ δὲ ἀπηνήναντο τοῦτο. δυσανασχετήσας οὖν πολιορκῆσαι τούτους ἠθέλησεν, ἀλλ' ἀφυεῖς παντελῶς εἰς πολιορκίαν οἱ Βούλγαροι· οὔτε γὰρ ἑλεπόλεις οἴδασι στῆσαι οὐθ' ἕτερόν τι διανοήσασθαι. ἀπάρας γοῦν ἐκεῖθεν, ὡς τῶν Ἰταλῶν καταπορθηθέντων, πᾶσαν κατατρέχει Μακεδονίαν καὶ λείαν πολλὴν ἐλᾷ, αὐτάνδρους τὰς πόλεις ἑλὼν καὶ τέλος κατασκάψας, ὡς μήποτε Ῥωμαίους ἀνάκλησιν σχεῖν. κατέσκαψε γὰρ Φιλιππούπολιν, εἶτα Ἡράκλειαν Πά νιον Ῥαιδεστὸν Χαριούπολιν Τραϊανούπολιν Μάκρην Κλαυδιούπολιν Μοσυνούπολιν Περιθεώριον καὶ ἄλλας, ἃς ἀριθ μεῖν οὐ χρεών. τὸν δὲ λαὸν ἀπάρας ἐκεῖθεν περὶ τὰς παραρροίας τοῦ Ἴστρου καθίζει, ἐκ τῶν ἠνδραποδισμένων κωμῶν καὶ πόλεων ἐπιθεὶς τὰς κλήσεις ταῖς οἰκήσεσιν. ἀντάμυναν μὲν οὖν, ὡς ἔφασκον, ἐποιεῖτο τῶν ὧν εἰργάσατο πρὸς Βουλγάρους κακῶν ὁ βασιλεὺς Βασίλειος. καὶ καλεῖ σθαι μὲν ἔλεγον ἐκεῖνον Βουλγαροκτόνον, Ῥωμαιοκτόνον δὲ ὠνόμαζεν ἑαυτόν. μέχρι γοῦν καὶ αὐτῆς καταντήσας Θεσσα λονίκης ἐκεῖσε θνήσκει πλευρίτιδι νόσῳ κατασχεθείς, ὡς δέ τινες ἔλεγον, ὅτι ἐκ θεομηνίας αὐτῷ ὁ θάνατος γέγονεν. ἔδοξε γὰρ αὐτῷ καθ' ὕπνους ἔνοπλον ἄνδρα ἐπιστῆναι αὐτῷ καὶ δόρατι πλῆξαί οἱ τὴν πλευράν· ὡς καὶ ὄνομα τεθῆναι τούτῳ ἐκ κυνός· Σκυλοϊωάννης γὰρ ἐπεκλήθη τοῖς πᾶσι. τὸ γὰρ τῶν Σκυθῶν γένος ἰδιοποιησάμενος καὶ κοι νωνήσας αὐτοῖς κοινωνίαν, καὶ τρόπου μετασχὼν θηριω δεστέρου, φόνοις ἐνετρύφα Ῥωμαίων. ὡς γοῦν οὑτωσὶ ἐτεθνήκει, ὁ τῆς ἀδελφῆς αὐτοῦ παῖς Βορίλας τοὔνομα, τὴν Σκυτίδα θείαν γαμετὴν εἰληφὼς τῆς ἀρχῆς τῶν Βουλγάρων γέγονεν ἐγκρατής, τὸν δὲ τοῦ Ἀσὰν παῖδα τὸν Ἰωάννην ἀφήλικα ἔτι ὄντα κρύφα τις λαβὼν περὶ τοὺς Σκύθας κεχώρηκεν.

Intertext edge

Open linked passage

Note