Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 14 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ὁ Μιχαὴλ δέ, ὃν τῆς Ἠπείρου κατάρξαι εἰρήκαμεν, τρεῖς κασιγνήτους ἐκέκτητο, Κωνσταντῖνον Θεόδωρον καὶ Μανουήλ· ὧν ὁ μὲν Θεόδωρος τῷ βασιλεῖ Ῥωμαίων συνῆν Θεοδώρῳ τῷ Λάσκαρι. καὶ παρακαλεῖ τὸν βασιλέα Θεόδωρον ὁ Μιχαήλ, ἵνα τοῦτον πρὸς αὐτὸν ἐκπέμψῃ, διὰ τὸ μὴ ἔχειν ἔτι παῖδα ἔνηβον ἀλλ' οὐδὲ γνήσιον– ὁ γὰρ αὐτῷ γεν νηθεὶς Μιχαὴλ ἐκ παλλακῆς ἐκείνῳ γεγέννητο– καὶ τοῦ θανάτου δεδιέναι τὸ ἄωρον. καὶ πέμπει τοῦτον τῷ ἀδελφῷ, ὅρκοις πρῶτον ἐμπεδωσάμενος πίστιν δουλείας εἰς τοῦτον φυλάττειν καὶ εἰς τοὺς μετ' αὐτοῦ. ὃς καὶ ἀφικόμενος συνῆν τῷ ἀδελφῷ Μιχαήλ. μετ' οὐ πολὺ δὲ φονεύεται παρά του τῶν ὑπηρετῶν ὁ Μιχαήλ· Ῥωμαῖος δὲ ἦν τῷ φο νευτῇ τοὔνομα. ἐπιλαμβάνεται γοῦν τῆς ἐξουσίας ἐκείνου ὁ ἀδελφὸς Θεόδωρος ἔχων καὶ τοὺς ἀδελφοὺς Κωνσταντῖνον καὶ Μανουήλ. καὶ ηὔξησε τὴν αὐτοῦ ἀρχήν. προσεκτή σατο γὰρ οὐκ ὀλίγην χώραν ἔκ τε Ἰταλῶν καὶ Βουλγάρων, καὶ τὴν Θεσσαλίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, Ἀχρίδαν τε καὶ Πρίλαπον, Ἄλβανόν τε καὶ αὐτὸ τὸ Δυρράχιον· ἔνθα καὶ Πέτρον μετὰ μεγίστης στρατιᾶς ἐξ Ἰταλίας ὁρμώμενον καὶ πρὸς τὴν Κωνσταντίνου διοδεύοντα, ἀνηγορευμένον πρὸς τοῦ πάπα βασιλέα, καὶ προχειρωσάμενον τὸ Δυρράχιον [ἐκ τοῦ Λατίνων μέρους Βαλδουίνου, καὶ τοῦ μετ' αὐτὸν Ἐρρῆ] γενναίως κατετροπώσατο. γαμβρὸς δὲ ἦν ὁ Πέτρος Βαλ δουίνου ἐπ' ἀδελφῇ Ἰολέντᾳ, ἐξ ἧς παῖδες αὐτῷ Φίλιππος Ῥομπέρτος καὶ Βαλδουῖνος. ὧν ὁ μὲν Ῥομπέρτος καὶ ὁ Βαλδουῖνος τῆς Κωνσταντίνου βεβασιλεύκασι, τοῦ πρώτου αὐτῶν ἀδελφοῦ τοῦ Φιλίππου τῷ ἀδελφῷ Ῥομπέρτῳ τῆς βασιλείας παραχωρήσαντος. ὑπῆρχον σφίσι καὶ ἀδελφαί, ὧν μία Μαρία, ᾗ συνεζύγη ὁ βασιλεὺς Θεόδωρος. ὁ δὲ τῆς Ἠπείρου Θεόδωρος, τὸ οἰκεῖον παραλαβὼν στράτευμα, ἀντιτάττεται τῷ Πέτρῳ μικρὸν ὑπερπηδήσαντι τὸ Δυρράχιον καὶ ἐν ταῖς τοῦ Ἀλβανοῦ δυσχωρίαις γεγενημένῳ. νικῶσι γοῦν οἱ τοῦ Κομνηνοῦ Θεοδώρου τὸ τῶν Λατίνων στρά τευμα, ὡς πάντας ἄρδην δεσμώτας ποιῆσαι σὺν πᾶσι σκεύεσι, καὶ αὐτὸν δὲ τὸν βασιλέα Πέτρον ἔργον μαχαί ρας γενέσθαι. τοῦτο δὴ τότε μέγα Ῥωμαίοις ἐγεγόνει βοήθημα.

Intertext edge

Open linked passage

Note