Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ὁ δὲ βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις ἐκ τῆς αὐτοῦ γαμετῆς Ἄννης τρεῖς ἐποιήσατο θυγατέρας, Εἰρήνην Μαρίαν καὶ Εὐδοκίαν. τὴν γοῦν Μαρίαν δευτέραν τῇ ῥηγὶ Οὐγ γρίας διερχομένῳ τὴν αὐτοῦ χώραν ἐξ Ἱεροσολύμων εἰς κῆδος ἐπὶ τῷ υἱῷ παραδίδωσι, τὴν δὲ πρώτην συζεύγνυσι τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν καὶ δεσπότην τετίμηκε. μετ' οὐ πολὺ δὲ ὁ δεσπότης Παλαιολόγος θνήσκει, ὡς μέν τινες ἔφασκον ἐξ ἐρωτικῶν διαθέσεων, καὶ προσλαμβάνεται ὁ βασιλεὺς εἰς γαμβρὸν Ἰωάννην τὸν Δούκαν, οὗ Βατάτζης τοὐπίκλην, ἐκ Διδυμοτοίχου δὲ πρωτοβεστιάριον ὄντα. ἡ μὲν οὖν βασιλὶς Ἄννα προτετελευτήκει. ἤγετο δὲ ἐξ Ἀρμενίων γυναῖκα ὁ βασιλεύς· δυσαρεστήσας δὲ πρὸς αὐτὴν ἐπὶ τὴν οἰκείαν πατρίδα ἐκπέμπει, ἐπιφέρει δ' αὐτῷ γαμε τὴν τὴν τοῦ βασιλέως Ἰταλῶν Ῥομπέρτου ἀδελφήν. καὶ τὸν θεῖον γὰρ Ἐρρῆν ὁ Ῥομπέρτος διεδέξατο πολλὰ Ῥωμαίους ἡττήσαντα, μάλιστα ἐξ ὅτου τὸν σουλτὰν πεφόνευκεν ὁ βασιλεὺς Θεόδωρος. τότε γὰρ τὸ ἐκ Φράγγων παρὸν αὐτῷ ἀπολώλεκε στράτευμα, διὸ καὶ τὴν τοῦ βασιλέως νίκην ἀκηκοὼς ὁ Ἐρρῆς «νενίκηται» ἔφη «ὁ Λάσκαρις, οὐ νενί κηκε.» καὶ μέχρι καὶ αὐτοῦ Νυμφαίου τὰς σκηνὰς ὁ Ἐρρῆς ἐπήξατο, ἐκεῖθέν τε ὑποστρέψας εἰς ξυμβάσεις ἦλθε μετὰ τοῦ βασιλέως Θεοδώρου. καὶ συνεφωνήθη τὰ μὲν τοῦ Κιμινᾶ πάντα– οὕτω γὰρ τὸ ὄρος καλεῖται τὸ ἐγγὺς τῆς Ἀχυράους τυγχάνον– μετὰ καὶ αὐτῆς τῆς Ἀχυράους παρὰ τοῦ τῶν Φράγγων γένους δεσπόζεσθαι, τὸν δὲ Κάλα μον– κῶμος δέ ἐστιν ὁ Κάλαμος, ἐξ οὗ τὸ τῶν Νεοκάστρων ἄρχεται θέμα– μένειν ἄοικον, τὰ δ' ἐντεῦθεν, [τάδε] Νεόκαστρα Κελβιανὸν Χλιαρά τε καὶ Πέργαμος καὶ τὰ πλαγίως ἐγκείμενα Μαλδία τε καὶ Ὀψίκια παρὰ τοῦ βασιλέως Θεοδώρου δεσπόζεσθαι. ὑπῆρχε δὲ τούτῳ καὶ ἄλλη χώρα, ἡ ἀπὸ τοῦ Λοπαδίου ἀρχομένη καὶ Προῦσαν περιλαμβάνουσα καὶ Νίκαιαν.