Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ὁ δ' εἰρημένος Ἐρρῆς εἰ καὶ Φράγγος τὸ γένος ἦν, ἀλλ' οὖν τοῖς Ῥωμαίοις καὶ ἰθαγενέσι τοῖς Κωνσταντίνου ἱλαρώτερον προσεφέρετο. καὶ πολλοὺς εἶχε τοὺς μὲν τοῖς μείζοσιν αὐτοῦ συντεταγμένους, τοὺς δὲ τοῖς στρατιώταις, τὸ δὲ κοινὸν ὡς οἰκεῖον περιεῖπε λαόν. καὶ γὰρ περιγενό μενος τῶν λοιπῶν ἄστεων, Λεντιανῶν καὶ Ποιμανηνοῦ, καὶ ἄνδρας τὸν Ἄρην πνέοντας καὶ ψυχῆς γενναίας ἔργα ἐν δειξαμένους ὡς ἕρμαιόν τι ἐδέξατο ἐφευρών. ἐν γὰρ τῷ τῶν Λεντιανῶν ἄστει οὐ μόνον σπάνις ὕδατος τοὺς φυλάσ σοντας ἐξέκαυσεν, οὐδ' ὅτι ὁ λιμὸς καὶ σκύτη αὐτοὺς φα γεῖν κατηνάγκασεν ἀπ' ἀσπίδος καὶ ἐφεστρίδων αὐτῶν, ἀλλὰ καὶ τεῖχος οὐ μακροδιάστατον ταῖς ἑλεπόλεσι καταπεσὸν μετὰ μεγίστης πυρκαϊᾶς τεσσαράκοντα ἡμέρας ἐφύλαττον τοῦτο ἀμοιβαδὸν τῇ πυρκαϊᾷ προσεπισωρεύοντες ξύλα. κρα τηθέντος γοῦν τοῦ ἄστεος οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ μόνον ὁ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ εἰς ἡγεμόνα τοῦ στρατεύματος τεταγμένος Δερμοκαΐτης, καὶ ὁ Παλαιολόγος Ἀνδρόνικος, ὅν, ὡς ἔφην, καὶ εἰς τὴν θυγατέρα αὐτοῦ ὁ βασιλεὺς προσελάβετο γαμβρόν. πάντας δὲ τοὺς ἄλλους ὁ Ἐρρῆς συλλεξάμενος καὶ κατ' ἴλας συντάξας καὶ ὁμογενεῖς αὐτοῖς παραδοὺς ἡγεμόνας, ὑπερέχειν δὲ πάντων τὸν Θεο φιλόπουλον Γεώργιον παρακελεύσας, τὴν τῶν ἀνατολικῶν μερῶν αὐτοῖς φυλακὴν ἐνεπίστευσε.