Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Τοῦ δὲ Ἐρρῆ τῆς Κωνσταντίνου κατάρχοντος, ἀπε στάλη πρὸς τὴν Κωνσταντίνου ἀρχιερεύς, ὃν καὶ λεγάτον αὐ τοί φασι, τοὔνομα Πελάγιος, ἅπαντα τὰ προνόμια τοῦ πάπα φέροντα. ἐρυθροβαφῆ καὶ γὰρ ὑπεδέδετο πέδιλα, ἐκ τῆς αὐτῆς δὲ χροιᾶς καὶ τὰ ἐνδύματα εἶχε, καὶ ἡ ἐφεστρὶς τοῦ ἵππου καὶ τὰ χαλινὰ τῷ τοιούτῳ ἐβάπτοντο χρώματι. ἤθους δὲ τυχὼν ἀγριωτέρου καὶ ἀλαζονείᾳ χρώμενος πολλὰ δεινὰ τοῖς Κωνσταντινουπολίταις παρέσχεν. καὶ ἡ σκῆψις ὡς εὔλογος· ἠνάγκαζε γὰρ τοὺς πάντας τῇ τῆς πρεσβυτέρας Ῥώμης ὑποκύψαι ὑποταγῇ. ἐντεῦθεν καθείργνυντο μοναχοί, ἱερεῖς ἐδεσμοῦντο, καὶ ναὸς ἅπας ἐκέκλειστο. καὶ ἦν ἐν αὐτῷ δυοῖν θάτερον, ἢ ὁμολογῆσαι τὸν πάπαν πρῶτον ἀρχιερέα, καὶ τούτου τὴν μνήμην ἐν ἱεροτελεστίαις ἐκφω νεῖν, ἢ θάνατον εἶναι τῷ μὴ διαπραξαμένῳ τὸ ἐπιτίμιον. τοῦτο εἰς βαρυθυμίαν ἦγε τοὺς οἰκήτορας τῆς Κωνσταντίνου, καὶ μάλιστα τῶν ἄλλων τοὺς προύχοντας. οἳ καὶ πρὸς τὸν βασιλεύοντα Ἐρρῆν ἀφιγμένοι «ἡμεῖς μέν,» ἔφασαν, «ἄλλου γεγονότες γένους καὶ ἄλλον ἀρχιερέα ἔχοντες ἑαυτοὺς τῷ κράτει σου ὑπετάξαμεν, ὥστε σωματικῶς κατάρχειν ἡμῶν, οὐ μήν γε ψυχικῶς ἢ πνευματικῶς· σοῦ μὲν γὰρ ἐν πολέμῳ ὑπερμαχεῖσθαι τῶν ἀναγκαίων, τῶν δ' ἡμετέρων ἐκστῆναι σεβασμάτων καὶ θρησκευμάτων τῶν ἀδυνάτων πάντῃ καθέ στηκεν. ἢ γοῦν λῦσον ἡμῖν τὰ ἐπελθόντα δεινά, ἢ ἄφες ὡς ἐλευθέρους ἐν τοῖς ἰθαγενέσιν ἀφῖχθαι.» ταῦτ' εἶπον, κἀκεῖνος μὴ βουλόμενος ἐν στερήσει γενέσθαι τοσούτων καλῶν κἀγαθῶν ἀνθρώπων, καὶ ἄκοντος τοῦ εἰρημένου λεγάτου τούς τε ναοὺς ἀνέῳξε καὶ τοὺς ὅσοι ταῖς εἱρκταῖς ἦσαν κατισχημένοι μοναχούς τε καὶ ἱερεῖς ἀπολέλυκε. πολ λοὶ δὲ τῶν μοναχῶν προεξιόντες τῆς Κωνσταντίνου τῷ βασιλεῖ Θεοδώρῳ προσῄεσαν, καὶ αὐτοῖς προστάξει τούτου μοναὶ ἐπεδίδοντο. καὶ πρεσβύτεροι δὲ πρὸς τὴν Νίκαιαν ἀπιόντες οἱ μὲν τῷ πατριαρχικῷ κλήρῳ συγκατελέγησαν, οἱ δὲ θείοις ναοῖς ἐνασμενίσαντες ἐλευθέρως ἐβίωσαν.