Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Τοῦ Ἐρρῆ δὲ τελευτήσαντος ὁ ἀδελφὸς αὐτοῦ Ῥομπέρ τος μαλακώτερον ἐχρᾶτο τοῖς πράγμασι. τούτου τὴν ἀδελφὴν εἰς γαμετὴν εἰλήφει ὁ βασιλεύς. οὐ πολλοὶ παρῆλθον ἐνιαυ τοί, καὶ ἐπεὶ ὁ τῆς Κωνσταντίνου βασιλεὺς Ῥομπέρτος οὐκ ἔφθασε συζυγῆναι γυναικί, παράνομόν τι πρᾶγμα βεβούλη ται ὁ βασιλεὺς διαπράξασθαι· ἐπὶ γὰρ τῇ θυγατρὶ αὐτοῦ Εὐδοκίᾳ προλαβέσθαι τουτονὶ γαμβρὸν ᾑρετίσατο. ἔνθεν τοι καὶ ἔρις ἐκ τοῦ τότε πατριαρχοῦντος Μανουὴλ τῷ βα σιλεῖ ξυμβεβήκει μηδ' ὅλως τῇ τοιαύτῃ ἀθεσμογαμίᾳ συγκα τανεύσαντος. ἀλλ' οὐκ ἔφθασεν ὁ βασιλεὺς τέρματι δοῦναι τὸ βούλημα· μήπω γὰρ στείλας ταύτην εἰς Κωνσταντίνου, ὡς ηὐτρέπισε, καταλύει τὸν βίον, τὴν βασιλείαν καταλιπὼν τῷ γαμβρῷ αὐτοῦ Ἰωάννῃ τῷ Δούκᾳ· οὐ γὰρ εἶχεν ἄρρενα παῖδα εἰς ἥβην ἐλθόντα. ὃν γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἔσχηκεν ἄρρενα παῖδα τεθνάναι προύφθασεν, ἐκ δὲ τῆς ἐξ Ἀρμενίων ὡρμημένης ἓν παιδίον ἄρρεν πεποίηκεν, ὅπερ ὀκταετὲς ἦν, ἡνίκα ὁ βασιλεὺς καὶ πατὴρ αὐτοῦ ἐτεθνήκει. διὰ τὸ γοῦν ἀμοιρεῖν αὐτὸν ἄρρενος ἐνήβου γονῆς ὁ ἐπὶ τῇ θυγατρὶ γαμβρὸς αὐτοῦ τῆς βασιλείας κληρονομεῖ. ἦν δὲ ὁ Λάσκαρις μηʹ ἐτῶν καὶ πρός, ἐλάττων δὲ τῶν νʹ, βα σιλεύσας ἐκ τούτων ἔτη ιηʹ, τὸ μὲν σῶμα μικρός, οὐκ ἄγαν δέ, μελάγχρους, ἐφ' ἱκανὸν καθειμένον ἔχων τὸ γένειον καὶ περὶ τὸ ἄκρον σχιζόμενον, ἐπ' ὀλίγον ἑτερόφθαλμος, περὶ τὰς μάχας ὀξύς, θυμοῦ τε καὶ ἀφροδισίων ἡττώμενος, ἐλευ θεριώτερος ἐν ταῖς δωρεαῖς· οἷς γὰρ ἂν βούλοιτο, πολὺ τὸ χρυσίον ἐδίδοτο. τεταλαιπώρηκε δὲ πάμπαν ἐν ταῖς μάχαις ταῖς πρὸς Ἰταλοὺς καὶ τοὺς Πέρσας. ἀρχὴ γοῦν οὗτος ἐγεγόνει τῆς τῶν Ῥωμαίων ἀρχῆς, ᾧ καὶ πολλὴν χάριν ὤφλειν τοῖς Ῥωμαίοις δέον καθέστηκε. κατετέθη δὲ ὁ νε κρὸς αὐτοῦ ἐν τῇ τοῦ Ὑακίνθου μονῇ, ἔνθα καὶ ὁ βασι λεὺς Ἀλέξιος τέθαπται καὶ ἡ βασιλὶς Ἄννα, ἡ τούτου σύζυγος.