Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Εἶτα ἐπιλαμβάνεται τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰωάννης Δούκας δὲ Βατάτζης, γαμβρὸς αὐτοῦ, στεφθεὶς παρὰ τοῦ πατριάρχου Μανουήλ, ὃς τὸν Μάξιμον διεδέξατο. μετὰ γὰρ τὴν τελευτὴν τοῦ πατριάρχου Μιχαὴλ ὁ Εἰρηνικὸς Θεόδωρος τῷ πατριαρχικῷ ἐνίδρυται θρόνῳ, ὃς καὶ Κωπᾶς ἐκαλεῖτο. τούτου δὲ μετ' ἐνιαυτοὺς ἓξ ἀπολιπόντος μοναχὸς Μάξιμος εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, θεραπεύων τὴν γυναικωνίτιδα. ἐπιβιοὺς δὲ μῆνας ἓξ τελευτᾷ, καὶ ὁ Μανουὴλ εἰς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, φιλόσοφος, ὡς ἐδόκει, ὢν καὶ ὑπὸ τῶν πολλῶν κατονομαζόμενος.