Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 20 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Ἐπὶ δὲ τὰ τῶν Βουλγάρων αὖθις ὁ λόγος χωρεῖ. ὁ πρῶτος βασιλεὺς τῶν Βουλγάρων Ἀσὰν δύο ἔσχεν υἱοὺς τὸν Ἰωάννην καὶ τὸν Ἀλέξανδρον. ὁ Ἰωάννης φυγαδείᾳχρησάμενος περὶ τὰ Ῥώσων χωρεῖ, ἐκεῖσε τε χρόνον ἐφ' ἱκανὸν διαμείνας καί τινας τῶν συγκλύδων Ῥώσων ἐν ἑαυτῷ περιαγαγὼν τὴν πατρικὴν ἀνακαλεῖται κληρονομίαν· καὶ πολεμεῖ τῷ Βορίλᾳ καὶ νικᾷ τοῦτον καὶ χώρας ἐγκρατὴς οὐκ ὀλίγης γίνεται. ὁ δὲ Βορίλας ἔνδον εἰσέρχεται τοῦ Τρινόβου καὶ ἐπὶ ἑπτὰ ἔτεσι τειχήρης ἔσω πολιορκεῖται. ἐπεὶ δὲ ἀπέκαμον οἱ συνόντες αὐτῷ τῷ Ἀσὰν Ἰωάννῃ προσέρχονται. φεύγων δὲ ἁλίσκεται ὁ Βορίλας καὶ παρὰ τοῦ Ἰωάννου τυφλοῦται. καὶ οὕτως ἐγκρατὴς τῆς τῶν Βουλ γάρων ἁπάσης ὁ Ἰωάννης ἐγένετο.

Intertext edge

Open linked passage

Note