Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia in brevius redacta
Georgius AcropolitaReda 21 · pg-scrape-grcMore by Georgius Acropolita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ὁ δὲ Κομνηνὸς Θεόδωρος, ὃν πρὸ μικροῦ ὁ λόγος ἱστόρησε, μὴ θέλων μένειν ἐν τῇ οἰκείᾳ τάξει, ἀλλὰ τὰ τῆς βασιλείας σφετερισάμενος ἐπειδὴ τῆς Θεσσαλονίκης γέγονεν ἐγκρατής, πολλήν τε χώραν τῆς Ῥωμαΐδος ἐκ τῆς κεκρα τημένης παρὰ τῶν Ἰταλῶν ὑφ' ἑαυτὸν ἐποιήσατο, ἔτι δὲ καὶ τῆς παρὰ τῶν Βουλγάρων κεχειρωμένης, πορφυρίδα τε ὑποδύεται καὶ ἐρυθρὰ ὑποβάλλεται πέδιλα, ἀντιστάντος αὐτῷ ἐπὶ τοῦτο στερρότατα τοῦ μητροπολίτου Θεσσαλονίκης Κων σταντίνου τοῦ Μεσοποταμίτου, ὃν καὶ πολλαῖς κακουχίαις καὶ ἐξορίαις διὰ ταῦτα ὑπέβαλε τὸν κανονικῶν ἐθῶν ἀντε χόμενον. ὁ δὲ Βουλγαρίας ἀρχιεπίσκοπος Δημήτριος τὸ βασιλικὸν περιδιδύσκει τοῦτον διάδημα, ὡς ἔφασκεν αὐτό νομος ὢν καὶ μηδενὶ εὐθύνας ὀφείλων δοῦναι, καὶ διὰ τοῦτο ἐξουσίαν ἔχειν βασιλέα στέφειν. ἀναγορευθεὶς οὖν ὁ Θεόδωρος βασιλικῶς ἐχρᾶτο τοῖς πράγμασι, δεσπότας τε προυβάλλετο καὶ σεβαστοκράτορας, μεγάλους δομεστίκους καὶ πρωτοβεστιαρίους καὶ τὴν λοιπὴν πᾶσιν τάξιν βασι λικήν. ἀφυῶς δὲ ἔχων περὶ τοὺς τῆς βασιλείας θεσμοὺς Βουλγαρικώτερον αὐτοῖς προσεφέρετο. οὗτος οὐ μικρῶς τῷ βασιλεῖ ἀντεφέρετο Ἰωάννῃ. ὁ μὲν γὰρ ἠξίου αὐτὸν τῶν δευτερείων μετέχειν τῆς βασιλείας καὶ τῆς χώρας ἐγκρατῆ εἶναι, ὁ δὲ ἀντέβαινε στερεώτερον.

Intertext edge

Open linked passage

Note