Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἐν τουτοισὶ δὲ ὄντος τοῦ βασιλέως Ἰωάννου καὶ ἀκρατῶς μαχομένου τοῖς Ἰταλοῖς κατά τε χέρσον καὶ θάλατ ταν, σκευωρεῖται τούτῳ ἐπιβουλή. ὁ δὲ ταῦτα συστησάμε νος πρωτεξάδελφος τοῦ βασιλέως ὁ Νεστόγγος Ἀνδρόνικος, ἔχων συνεργὸν εἰς τοῦτο τὸν ἀδελφὸν Ἰσαάκιον καὶ ἑτέρους τῶν ἐπιφανῶν οὐκ ὀλίγους. ἐγένετο δὲ ἡ ἐπιβουλὴ πολυή μερος. ἐν τῇ Λαμψάκῳ δὲ διάγων ὁ βασιλεὺς μανθάνει τοῦτο. πυρὶ γοῦν τὰς τριήρεις καταναλώσας, ἵνα μὴ τοῖς Ἰταλοῖς ὑπὸ χεῖρα γένοιντο, καὶ προυργιαίτερον τὸν ἔσωθεν πόλεμον κρίνας τοῦ ἔξωθεν, ἀπάρας ἐκεῖθεν περὶ τὴν Ἀχυ ράους ἀφίκετο, κἀκεῖσε τὴν ἐξέτασιν τῆς ἐπιβουλῆς ἐποιή σατο. καὶ ἦσαν οἱ συνωμόται πάντες ταῖς δίκαις ὑπεύ θυνοι. ἀλλ' ὁ βασιλεὺς φιλανθρωπότερον τοῖς νόμοις ἐχρήσατο, καὶ τὸν μὲν Νεστόγγον Ἰσαάκιον τυφλώσει κατα δικάζει καὶ χειροκοπήσει, ὡσαύτως καὶ τὸν Μακρηνόν· ἐξελέλεγκτο γὰρ ὡς πολλάκις ἐφώρμησε κατὰ νώτου τυγχά νων τοῦ βασιλέως ἐφελκύσαι τὴν σπάθην καὶ καταρράξαι καιρίαν. καὶ ἄλλους δέ τινας μικραῖς ποιναῖς καθυπέβαλεν, τοὺς δὲ πλείους ἀφῆκεν, εἱρκταῖς μέχρι τινὸς περικλείσας. καὶ αὐτὸν δὴ τὸν πρωτουργὸν τῆς ἐπιβουλῆς καὶ τῆς βασι λείας ἐφιέμενον ἐν τῷ φρουρίῳ τῆς Μαγνησίας συνέκλεισεν· ὃς καὶ ὕστερον ἀπέδρα περὶ Μουσουλμάνους καὶ ἦν ἐκεῖ μέχρι τῆς αὐτοῦ τελευτῆς. ἐντεῦθεν ὁ βασιλεὺς προσεκτικώ τερον ἐχρᾶτο τοῖς πράγμασι φύλακάς τε περὶ αὐτὸν ἔστησε καὶ φρουρούς. μάλιστα δὲ περὶ ταῦτα συνέτεινεν ἡ βασιλὶς Εἰρήνη, ἀρρενοπώτερον τὸ ἦθος ἔχουσα καὶ τοῖς πᾶσι βα σιλικώτερον ἐντυγχάνουσα.