Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Ὁ δὲ Κομνηνὸς Θεόδωρος εἰς σπονδὰς συνῆλθε τῷ τῶν Βουλγάρων βασιλεῖ Ἰωάννῃ τῷ Ἀσάν, τὴν θυγατέρα αὐτοῦ Μαρίαν προσλαβόμενος ἐπὶ τῷ ἀδελφῷ τούτου Μα νουήλ. εἶτα διαλύσας ταῦτα κατὰ Βουλγάρων χωρεῖ. παρα μείψας οὖν τὴν Ἀδριανοῦ περὶ τὰ ἄνω τοῦ Ἕβρου τὴν πορείαν ἐποιεῖτο, ζητῶν μετὰ Βουλγάρων συρρῆξαι πόλεμον. καὶ ἐδόκει ὡς οἱ Βούλγαροι ὑποπτήξαντες οὐδὲ τὴν ὁρμὴν τῆς στρατιᾶς αὐτοῦ ὑποσταῖεν. ἀλλ' ὁ Ἀσὰν ταῖς ἐπιορ κίαις τούτου τεθαρρηκὼς ὀλίγον συμμαχικὸν ἀπὸ Σκυθῶν εἰληφὼς ἐν τῇ σημαίᾳ τὸν ἔγγραφον ὅρκον τούτου ἀπαιω ρήσας– καὶ περί που τὸν παρέβριον τόπον, ὃν Κλοκοτι νίτζαν ὀνομάζουσι, ξυμβάλλουσι τὰ στρατεύματα. καὶ νικᾶται ὁ Ἄγγελος νέος Θεόδωρος, ὃς συλλαμβάνεται, καὶ οὐκ ὀλίγοι τῶν συγγενῶν αὐτοῦ καὶ τῶν ἐν τέλει τε καὶ λογάδων, καὶ τὰ ἐκείνων πάντα λεία τοῖς Βουλγάροις ἐγένοντο. φιλαν θρωποτέρως δὲ ὁ Ἀσὰν διατεθεὶς τοὺς πλείους τῶν στρα τευμάτων ἐλευθεροῖ, τάχα μὲν καὶ τὸ φιλάνθρωπον ἐνδει κνύμενος, τάχα δὲ καὶ τὸ συμφέρον τούτῳ πραγματευόμενος. ἐβούλετο γὰρ δεσπόσαι τῶν τοιούτων, οὗ καὶ τετύχηκεν. ἐπεὶ γὰρ κατ' αὐτῶν ἐχώρει, πάντες ἀναιμωτὶ τούτῳ ὑπέ πιπτον, καὶ γίνεται μὲν ὑπ' αὐτὸν ἡ Ἁδριανοῦ, ἐκ τοῦ σχεδὸν δὲ καὶ τὸ Διδυμότοιχον, εἶτα Βολερὸν ἅπαν, Σέρραι, Πελαγονία καὶ Πρίλαπος· καὶ τὰ πέριξ τούτων κατέδραμε, καὶ τῆς μεγάλης Βλαχίας ἀλλὰ καὶ τοῦ Ἐλβάνου κατακυ ριεύει, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὰς λείας ποιεῖ. ἐπεὶ δὲ πολὺ τοῦ βουλεύματος κατειργάσατο καὶ ὡς ἠγάπα τὰ κατ' αὐτὸν διέθετο, εἰς τοὺς οἰκείους ἐπανέζευξε τόπους, τινὰ μὲν τῶν φρουρίων καταλελοιπὼς ὑπὸ Ῥωμαίων δεσπόζεσθαι, τὰ πλείω δ' ὑφ' ἑαυτὸν ποιησάμενος καὶ στρατιώτας ἐν τούτοις τάξας καὶ στρατηγούς. ἔδοξεν οὖν τοῖς πᾶσι τότε καὶ θαυμαστὸς καὶ μακάριος. οὐ γὰρ ἐχρᾶτο μαχαίραις οὐδ' ἐχραίνετο φόνοις· ἔνθεν τοι καὶ παρὰ Ῥωμαίων ἐφιλεῖτο.