Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἐφρουρεῖτο οὖν ὁ Ἄγγελος Θεόδωρος παρὰ τοῦ Ἀσὰνφιλοφρόνως, καὶ ἐπεὶ νεωτερίζεσθαι πεφώραται, ἐκτυφλοῖ αὐτὸν ὁ Ἀσάν. ὁ δὲ ἀδελφὸς τούτου Μανουὴλ ὁ Ἄγγελος, ὃν καὶ δεσπότην τετίμηκε, φυγῇ χρησάμενος περὶ τὴν Θεσσαλονίκην ἀπῄει, καὶ δεσπότης ὀνομαζόμενος ἐρυθροῖς γράμμασι τὰς αὐτοῦ γραφὰς ἐπεκύρου. πρὸς ὃν καὶ ἀπέ σκωψέ τις τῶν πρέσβεων παρὰ τοῦ βασιλέως Ἰωάννου ἀποσταλείς, ὡς «εἰς σὲ καὶ μᾶλλον τὸ εἰς Χριστὸν ψαλτῳ δούμενον, σὲ τὸν βασιλέα καὶ δεσπότην.» καὶ ἦν μὲν τὸ ἀπὸ τοῦδε ὁ Ἄγγελος Μανουὴλ τῶν ἐναπολειφθεισῶν πρὸς τὰ δυτικὰ μέρη χωρῶν καὶ πόλεων ἐγκρατής, μὴ παρὰ τῶν Βουλγάρων τὸ σύνολον ἐνοχλούμενος, ἐπεὶ τῇ ἐκ παλλακίδος τοῦ Ἀσὰν συνεκοιτάζετο θυγατρί.