Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ὁ δὲ Ῥομπέρτος ὁ τῆς Κωνσταντίνου βασιλεὺς τὸν Εὔριπον καταλαβὼν τετελεύτηκεν. ἐναπελείφθη δὲ ὁ ἀδελ φὸς αὐτοῦ Βαλδουῖνος ἔτι ἀφῆλιξ ὤν. στέλλει οὖν πρε σβείαν πρὸς Ἰωάννην τὸν ὀνομαζόμενον ῥῆγα τῶν Ἱεροσολύμων, ὡς ἂν ἀφίκοιτο καὶ βασιλεὺς Κωνσταντινουπόλεως φη μισθείη. ἐπιγαμβρεύσας** δὲ τοῦτον αὐτῷ– εἶχε γὰρ καὶ θυγάτριον– καὶ ἵνα μετὰ τὴν τούτου ἀποβίωσιν βασιλεύσῃ πάλιν αὐτός. ἦν γὰρ ὁ ῥὴξ οὗτος περί που τὰ ὀγδοήκοντα καὶ πρὸς ἔτη, καὶ ὑπερωμίας. καταλαμβάνει οὖν τὴν Κων σταντίνου ὁ ῥήξ. καὶ μὴ ἔχων λαὸν ἀξιόμαχον οὐκ εὐχερῶς εἶχεν ἐξιέναι, ἐπιγνοὺς τὸν βασιλέα Ἰωάννην στρατηγικώτα τον ὄντα, ἐμέμφετο δὲ τῆς ἐγχειρήσεως ἑαυτόν, καὶ κακῶς ἔφασκε νοεῖν τοὺς λέγοντας αὐτὸν τῷ βασιλεῖ ἀντιφέρεσθαι. δύο οὖν ἐνιαυτοὺς ἐντὸς αὐτῆς διήνυσε, καὶ τριήρεις οἰκο νομήσας καὶ στράτευμα κατὰ τὴν ἕω ἐχώρησε, καὶ περὶ τὸ τοῦ Λαμψάκου ἐλλιμενίζει νεώριον, προσεχῶς τῷ τότε τοῦ βασιλέως Ἰωάννου ἐκ τῆς κατὰ τοῦ καίσαρος Γαβαλᾶ μάχης ὑποστρέψαντος, ὃν διὰ νεωτερισμὸν ἐμαχέσατο.