Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἀλεξίου τοῦ Ἀγγέλου τὰ τῶν Ῥωμαίων τότε διιθύνοντος σκῆπτρα, οἱ ἐξ Ἰταλίας κατὰ τῆς Κωνσταντίνου ἐξ εστράτευσαν. ἡ δὲ αἰτία τοιάδε. κατέβαλε μὲν τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἰσαάκιον καί οἱ τὰς ὄψεις ἐπήρωσεν. ὑπῆρχε δὲ τῷ Ἰσαακίῳ υἱός, ὃς δυσανασχετήσας τῇ τοῦ πατρὸς παροινίᾳ τὴν φυγήν τε μηχανησάμενος περὶ τὴν Ῥώμην χωρεῖ καὶ τῷ ταύτης ἀρχιερεῖ ἑαυτὸν προσρίπτει, πατρικὴν ἐκδίκησιν ἐπιζητῶν. ἐπεὶ δὲ τῷ τότε τύχοι πλήθη πολλὰ εἰς ἓν συναχθῆναι– οἱ μὲν ἐξ αὐτῆς Ἰταλίας, οἱ δ' ἐκ τῆς τῶν Φράγγων ἀρχῆς, ἐκ δὲ Ἐνετῶν ἕτεροι, καὶ ἐξ ἄλ λων ἄλλοι, καὶ ἡ πρόφασις εἰς ἐλευθερίαν τῆς Ἱερουσαλὴμ ἀπελθεῖν, ὅπου ὁ κυριακὸς τυγχάνει τάφος· ἦν δὲ ὁ τού τους συναθροίσας ὁ πάπας, ὃς ταῖς παρακλήσεσι τοῦ παι δὸς καταδυσωπηθείς, μᾶλλον δὲ ταῖς ὑποσχέσεσιν– ἐτύγ χανον γὰρ ἁδραί– παραδίδωσι τὸν παῖδα τοῖς ἡγεμόσι τῶν στρατευμάτων, ὡς ἂν αὐτὸν τῆς προκειμένης ἐκνεύ σαντες τῷ πατρικῷ ἐγκαταστήσαιεν θρόνῳ ἀναλώματά τε παρ' αὐτοῦ λάβοιεν, ὁπόσα ἂν καθ' ὁδὸν ἀναλώσαιεν καὶ ὁπόσα περὶ τὴν Κωνσταντίνου βραδύναντες. ἀνήχθησαν οὖν οὗτοι τριήρεσι καὶ ναυσὶ κοίλαις. ἐπεὶ δὲ τῇ Κων σταντίνου προσώκειλαν εὐτυχῶς ἐν πνεύμασι φοροῖς, γνω ρίζουσι τοῖς ἐκεῖσε τὸν παῖδα, τὴν ἀδικίαν, τὰ διὰ ταῦτα τοῦ Ῥώμης ἐντάλματα. μέχρι μὲν οὖν τινὸς λόγοι τε ἐξ ἀμφοτέρων ἐγεγόνεισαν καὶ μάχαι. ἐπεὶ δὲ ὁ βασιλεὺς Ἀλέξιος τοῖς τοιούτοις ἀπώκνησε πράγμασι, μάλιστα δὲ ἀπεί ρηκε τοῖς ἐντὸς εἰς σύγχυσιν ἀποβλέπουσι καὶ νοσοῦσι τὸ ἄστατον, τὰ πάντα χαίρειν ἐάσας φυγῇ ἐχρήσατο, τοῦτο προσειπὼν τό· «Δαυὶδ φυγὼν ἐσώθη.»