Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Καταλαβὼν οὖν ὁ ῥὴξ τὴν Λάμψακον, περὶ τὴν Ὁλκὸν τὰς νῆας τούτου καθώρμισεν. ὁ δὲ βασιλεὺς Ἰωάννης ἐπεὶ μὴ εἶχε μεθ' ἑαυτοῦ λαὸν ἀξιόμαχον, μεθόδοις στρατηγικαῖς μεθ' ὧν εἶχεν ὀλίγων τὰς τῶν πολεμίων κινήσεις ἐκώλυεν. ἐξῆλθον οὖν οἱ Λατῖνοι καὶ ὁ ῥὴξ αὐτῶν Ἰωάννης καὶ ἐβάδισαν μὲν τόπους τινὰς παραιγιαλίους. οὐδὲ γὰρ ἠδύ ναντο μακρότερον τῶν νηῶν αὐτῶν ἀποστῆναι. ὁ γὰρ ἀντιστρατηγῶν αὐτοῖς βασιλεὺς ἐπηκολούθει. ὁ μὲν οὖν βασιλεὺς περὶ τὰς τῶν βουνῶν ὑπωρείας ἐποιεῖτο τὰς πο ρείας, περὶ δὲ τὰς ἠιόνας οἱ Ἰταλοί. ὀλίγον οὖν χρόνον διαβιβάσαντες ἐν τῇ τοῦ βασιλέως παραιγιαλίῳ χώρᾳ– οὔπω γὰρ παρέδραμον τέσσαρες μῆνες– καὶ ὀλίγον τόπον πατή σαντες– ἀπὸ γὰρ τῆς Λαμψάκου μέχρι καὶ τῶν Κεγχρεῶν ἀφίκοντο– μικρὸν ἢ μηδὲν λυμήναντες– προύφθασε γὰρ ὁ βασιλεὺς τὰ χρειώδη πάντα τοῖς ὑψηλοτέροις τόποις δια σώσασθαι– περὶ τὸ τῶν Πηγῶν ἐχώρησαν ἄστυ, ἓν μόνον φρούριον χειρωσάμενοι, ὃ Κεραμιδᾶς ὀνομάζεται, περί που τοὺς βουνοὺς διακείμενον τῆς Κυζίκου. εἶχον δὲ καὶ τὰς ναῦς αὐτῶν ἑτοίμους εἰς τὴν Κωνσταντίνου παλινοστῆσαι, καὶ ᾤχοντο ἂν αἰσχύνης καὶ ζημίας πεπληρωμένοι, εἰ μὴ τοῦ τῶν Πηγῶν ἄστεος περιεγένοντο τῇ κλοπῇ. ἀνὴρ γάρ τις δεινὸς ἀναρριχᾶσθαι πρὸς ἀκρονυχίαν πετρῶν ὁδὸν ἐφεῦρε, δι' ἧς ὡπλισμένους Λατίνους εἰς τὴν ἀκρόπολιν νυκτὸς ἀνεβίβασεν. οἳ καὶ τοῖς φύλαξιν αἴφνης ἐπεισπε σόντες αὐτούς τε ἐφόνευσαν καὶ εἷλον τὸ ἄστυ. τοῦτο πρὸς βραχὺ μὲν εἰς δειλίαν Ῥωμαίους ἐνέβαλε. πλήρης γὰρ ἦν ἡ πόλις ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν. ἀλλ' ἡ τοῦ βασιλέως στρατηγία τὴν δειλίαν ἀπετινάξατο. 31- 32 Οὗτος γὰρ οἷα δεινὸς ἐφευρεῖν μεθόδους ἐν περιστάσεσι σῶσαί τε τὸ οἰκεῖον καὶ ἀναχαιτίσαι τὸ ὑπε ναντίον, ὡς ἂν δι' ἀμφοῖν τὰ οἰκεῖα κρατύνοιτο, εὑρίσκει τρόπον ἀποπληρωτικὸν τοῖν δυοῖν. ἐγεννήθη γὰρ αὐτῷ υἱὸς ἐκ τῆς βασιλίδος Εἰρήνης, ὧ καὶ κλῆσις τοῦ πάππου Θεοδώρου ἐπετέθειτο. ἑνδέκατον δέ οἱ τότε ἔτος ἠνύετο. καὶ ὁ Ἀσὰν παρὰ τῆς ἐξ Οὔγγρων γαμηθείσης αὐτῷ θυ γάτριον ἔσχεν, Ἑλένῃ αὐτῇ τοὔνομα. στέλλει οὖν πρὸς τοῦτον ὁ βασιλεὺς ὑπὲρ μνηστείας τῶν παίδων, καὶ δέχεται ὁ Ἀσὰν τὴν πρεσβείαν.