Historia in brevius redacta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-acropolita" aria-label="More works by Georgius Acropolita">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ἐπεὶ δὲ αἱ σπονδαὶ γένοιντο, διαπεραιοῦται ἐκ Λαμ ψάκου μετὰ τῶν οἰκείων ὁ βασιλεὺς εἰς Καλλιούπολιν καὶ πολεμεῖ τῷ ἄστει ἑλεπόλεις στήσας, καὶ ἐν οὐ πολλῷ χρόνῳ χειροῦται τοῦτο, τῆς τῶν Βενετίκων ἀνασώσας χειρός. κατα λαμβάνει τὴν Καλλιούπολιν καὶ ὁ Ἀσὰν σὺν τῇ οἰκείᾳ γαμετῇ καὶ τῇ θυγατρὶ καὶ συνέρχεται τῷ βασιλεῖ, καὶ τὰ εἰς φιλίαν ἀμφότεροι διαπράττονται. ὁ οὖν Ἀσὰν τὴν αὐ τοῦ γαμετὴν καὶ τὸ θυγάτριον λαβὼν διαπεραιοῦται εἰς Λάμψακον, ἔνθα ἦν ἡ βασιλὶς Εἰρήνη, καὶ πληροῦται τὰ τοῦ κήδους τῶν παίδων τοῦ πατριάρχου Γερμανοῦ τὰ τῆς ἱεροτελεστίας τελέσαντος. τότε καὶ ὁ Τρινόβου ἀρχιερεὺς ὑπὸ τὸν τῆς Κωνσταντίνου τελῶν αὐτονομίᾳ τετίμητο, βασιλικῷ καὶ συνοδικῷ τῷ θεσπίσματι. ἔπειτα ἡ μὲν βασιλὶς Εἰρήνη τὸν υἱὸν μετὰ τῆς νύμφης λαβοῦσα τοῖς ἑῴοις διῃ τᾶτο χωρίοις, ἡ δὲ τοῦ Ἀσὰν σύζυγος ἐν τοῖς οἰκείοις ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Ἰωάννης καὶ ὁ Ἀσὰν τὰς οἰκείας δυνάμεις διειληφότες, τὴν δυτικὴν κατέδραμον χώραν, ὁπόση ἦν Λατίνοις δουλεύουσα, καὶ Σκυθῶν ἐρημίαν, ὡς ἔπος εἰπεῖν, τὴν πᾶσαν εἰργάσαντο. σφίσι δὲ αὐτοῖς καὶ τὴν χώραν καὶ τὰ ἄστη διεμερίσαντο· καὶ Καλλιούπολις μέν, ἐπεὶ καὶ πρὸ τῆς συνελεύσεως τοῦ Ἀσὰν ἑάλω, ὑπὸ τὸν βασιλέα ἐγένετο, ὁμοίως καὶ Μάδυτα καὶ πᾶσα ἡ ὀνομαζο μένη Χερρόνησος· εἷλε δὲ ὁ βασιλεὺς καὶ τὸ τοῦ Κισσοῦ φρούριον, καὶ μέχρι τοῦ ποταμοῦ Μαρίτζας τὰ σύνορα ἔθετο· ἐκράτησε δὲ τοῦ ὄρους Γάνου καὶ ἐν αὐτῷ ἐδείματο πολίχνιον, ἔνθα καὶ τὸν Κοτέρτζην Νικόλαον φυλάττειν ἐξ έπεμψε καὶ πράγματα παρέχειν Λατίνοις τοῖς ἐν τῇ Τζου ρουλῷ· τοῦτο δὲ τὸ τῆς Τζουρουλῶ οὐ μετὰ πολὺν χρόνον ὑπὸ τῶν Ῥωμαϊκῶν ἑάλω δυνάμεων. ὁ δὲ Ἀσὰν τὰ ὑπεράνω τῶν εἰρημένων χώρων καὶ πρὸς βορρᾶν νεύοντα ὑφ' ἑαυτὸν ἔσχε. μέχρι μὲν οὖν καὶ αὐτῶν τῶν τειχῶν τῆς Κωνσταντίνου καὶ ἀμφότεροι κατηντήκεσαν, τοῦ ῥηγὸς Ἰωάννου ἐπ' αὐτῶν καθεζομένου καὶ καθορῶντος, καὶ πτοίαν πολλὴν τοῖς Λατίνοις ἐνέβαλον, καὶ ἐν στενῷ κο μιδῆ τὰ κατ' αὐτοὺς ἔθεντο. ἐπεὶ δ' ὁ χειμὼν ἤγγιζεν ἀλλήλοις συνταξάμενοι ὁ μὲν Ἀσὰν εἰς τὰ οἴκοι, ὁ δὲ βασι λεὺς εἰς ἕω διεπέρασεν.